1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

26

οὔτε δικαστήρια· οὐδὲ γὰρ ἀδικοῦσιν ἀλλήλας, οὐκ ἐφίενται τοῦ πλείονος, πρὸς μόνην ἐπιμόνως διάκεινται τὴν ἐργασίαν· διὸ καὶ τοὺς κη φῆνας ἔξω τῶν πυλῶν ἀπελαύνουσιν, ὡς πονεῖν οὐκ ἀνεχομένους, ἀργῶς δὲ τὸν ἀλλότριον ἀναλίσκοντας πόνον. Μισοῦσι πολυαρχίαν καὶ δημοκρατίαν· ἕνα ἔχουσιν ἡγεμόνα, ἐκείνῳ πείθεσθαι φίλον αὐταῖς. Καὶ τούτων ἕκαστον ἢ δρῶσιν ἢ πάσχουσιν, οὐ λόγων ἐπαΐουσαι, οὐδὲ νόμους ἀναγινώσκουσαι, οὐδὲ πρὸς διδασκάλους φοιτῶσαι· οὐδεμία γὰρ παρ' ἐκείναις σοφωτέρα τῆς ἑτέρας, οὐδὲ πλείονα οἶδε τῆς νεω τέρας ἡ πρεσβυτέρα· πᾶσαι δὲ ὁμοίως ἕκαστα τῶν εἰρημένων μετίασιν, οὐκ ἐν λογικῇ γνώσει, 83.628 ἀλλ' ἐν τῇ φύσει λαβοῦσαι παρὰ τοῦ Ποιητοῦ τῶν ὅλων τὴν φιλόπονον ἐκείνην καὶ φιλόκαλον ἐρ γασίαν. Σοὶ δὲ τούτων ἕκαστον ὠφελείας ὑπόθεσις. Μανθάνεις γὰρ παρὰ τῶν ἀλόγων ὁ λογικὸς, τὸν μὲν ἀργὸν ὡς βλαβερὸν βδελύττεσθαι βίον, τοὺς δὲ τῆς ἀρετῆς πόνους προθύμως μεταδιώκειν, καὶ πανταχόθεν τὴν ταύτης ἐρανίζεσθαι κτῆσιν· ἀρχὴν, τὴν μὲν οὐ προσήκουσαν, ἥκιστα ζη τεῖν, τὴν δὲ προσγινομένην, ὀρθῶς καὶ δικαίως οἰ κονομεῖν, κοινὰ τὰ ὄντα νομίζειν, προτιθέναι τοῖς δεομένοις τὴν τούτων ἀπόλαυσιν. Τοῖς μὲν γὰρ εὖ φρονοῦσι, καὶ τὸν χαρακτῆρα τῆς φύσεως ἀκήρατον διασώζουσι, ἀρκεῖ πρὸς διδασκαλίαν ὁ ἔμφυτος λόγος, τοῖς δὲ τοῦτον διαφθείρουσι, καὶ θηριώδη βίον προελο μένοις, τὸν ἁρπακτικόν τε καὶ ὠμοβόρον, ἔλεγ χος ἀληθὴς πρόκειται τῶν ἀλόγων ἡ εὔτακτος πολι τεία. Τῆς σῆς τοιγαροῦν προμηθούμενος ὠφελείας ὁ Ποιητὴς, φυσικοῖς τισι πλεονεκτήμασι διεκόσμησε τῶν ἀλόγων τὰ γένη, ἵν' ἔχῃς κἀντεῦθεν τὴν ὠφέ λειαν καρποῦσθαι. Καὶ τούτου μάρτυς ὁ Σολομὼν, παρακελευόμενός σοι καὶ λέγων· «Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ.» Ἢ πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ μάθε ὡς ἐργάτις ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖ ται· ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται. Μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, διὰ τοῦ Προφήτου λέγων· «Τρυγὼν καὶ τέττιξ καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἔγνωσαν και ροὺς εἰσόδων αὑτῶν· ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρί ματα Κυρίου.» Καὶ πάλιν διὰ Ἡσαΐου· «Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὑτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκε.» Κατηγορεῖ τοίνυν τῶν λόγῳ τετιμημένων τὰ φυσικὰ τῶν ἀλόγων πλεονεκτήματα. Τούτου χάριν ὀλοφυρό μενος ὁ Προφήτης, καὶ τραγῳδῶν τῶν ἀνθρώπων τὴν εἰς ἀλογίαν μετάπτωσιν, ἐβόα· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» ∆ιὰ τοῦτο τοὺς μὲν, λύκους οἱ προφῆται προσαγορεύουσι, τοὺς δὲ, λέοντας ἐνεδρεύοντας, τοὺς δὲ, κύνας τοῦ τρο φέως καθυλακτοῦντας, τοὺς δὲ, δαμάλεις παροιστρώ σας, τοὺς δὲ, ὄφεις καὶ ἐχιδνῶν γεννήματα, τοὺς δὲ, ἀσπίδας βυούσας τὰ ὦτα, καὶ ἐπῳδῶν οὐκ ἀκουούσας. Ὥσπερ δὲ τοῖς πονηροῖς ἤθεσι τὰς τῶν θηρίων προσ ηγορίας ἐπέθεσαν, οὕτω ταῖς ἁπλαῖς καὶ ἀκακοήθεσι ψυχαῖς ἐκ τῶν ἐπαινουμένων ζώων τὰς προσηγορίας τεθείκασιν. Ἔστι γὰρ εὑρεῖν καὶ περιστερὰν καὶ τρυγόνα τῇ ἁπλότητι πίστεως κεκοσμημένην προσ αγορεύειν ψυχήν. Τούτῳ τῷ προσρήματι καὶ τὴν Ἐκ κλησίαν ὁ νυμφίος ἐν τῷ μυστικῷ τῶν ᾀσμάτων 83.629 προσαγορεύει βιβλίῳ, καὶ πρόβατα δὲ τὰς εὐπειθεῖς καὶ τοῦ ποιμένος ἐρώσας ὀνομάζει ψυχάς. «Τὰ πρό βατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβά των.» Καὶ ἑτέρωθι· «Στήσει τοὺς ἀμνοὺς ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων.» Καὶ ἀετοὺς δὲ πάλιν τοὺς ὑψιπέτεις, καὶ τῶν γηΐνων ἀπηλλαγ μένους, καὶ τὸ τῆς ψυχῆς ὄμμα καθαρὸν κεκτημέ νους, καὶ τοῦ μυστικοῦ σώματος ἐφιεμένους, ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὠνόμασε. Περὶ γὰρ τῶν κατὰ τὸν τῆς