27
ψυχὴν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλ λήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύ της ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. ΕΡΩΤΗΣΙΣ Θʹ. Ποταπῇ διαθέσει χρὴ ἐπιτιμᾷν τὸν ἐπιτιμῶντα. ΑΠΟΚΡΙΣΙΣ. Πρὸς μὲν τὸν Θεὸν τῇ ὑπὸ τοῦ ∆αβὶδ κατωρθω μένῃ, εἰπόντος· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξ ετηκόμην· ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο· πρὸς δὲ τοὺς ἐπιτιμωμένους, οἵαν ἂν διάθεσιν ἀναλάβοι πατὴρ καὶ ἰατρὸς, μετὰ συμπαθείας καὶ εὐσπλαγ χνίας κατ' ἐπιστήμην θεραπεύων τὸν ἴδιον υἱόν· καὶ μάλιστα ὅταν λύπη προσῇ, καὶ ἐπίπονος τῆς θεραπείας ὁ τρόπος. ΕΡΩΤΗΣΙΣ Ρʹ. Τοὺς ἔξωθεν ἐρχομένους καὶ προσαιτοῦντας πῶς ἀπολύσομεν· καὶ εἰ ἕκαστος τῶν βουλομένων ὀφείλει ἐπιδοῦναι ἄρτον, ἢ ὅ τι δήποτε, ἢ ἕνα χρὴ καὶ τοῦτο ἐπιτετάχθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἀποφηναμένου μὲν, ὅτι οὐκ ἔστι κα λὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις· ἀποδεξαμένου δὲ τὸ, Καὶ γὰρ τὰ κυνά ρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· ὁ τὴν μετάδοσιν ἐπιτεταγμένος μετὰ δοκιμασίας τοῦτο ποιείτω. Πᾶς δὲ ὁ παρὰ τὴν γνώμην ἐκείνου τοῦτο ποιῶν ὡς διαφθορεὺς τῆς εὐταξίας ἐπιτι μάσθω, ἕως ἂν μάθῃ φυλάσσειν τὸν ἑαυτοῦ τόπον, τοῦ Ἀποστόλου εἰπόντος· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω. ΕΡΩΤΗΣΙΣ ΡΑʹ. Ὁ ἐγχειριζόμενος οἰκονομίαν τῶν τῷ Κυρίῳ ἀνα τεθέντων εἰ ἀνάγκην ἔχει πληρῶσαι τὸ, «Παντὶ τῷ αἰτοῦντί σε δίδου· καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. ΑΠΟΚΡΙΣΙΣ. Τὸ, Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέ λοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς, ὥσπερ πειρασμοῦ ἔχει τόπον, ὡς ἡ ἀκολουθία τῶν συνημμένων δείκνυσι· καὶ εἰς πονηρούς ἐστι τὸ προστεταγμένον, οὐ προηγουμένως, ἀλλὰ κατὰ περί 31.1153 στασιν γίνεσθαι ὀφεῖλον. Προηγούμενον γὰρ πρόσταγμα τοῦ Κυρίου ἐστὶ, τὸ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ πάλιν· Πω λήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύ νην. Εἰ δὲ τὸ ἄλλοις ἀποταχθὲν εἰς ἄλλους φέρειν οὐκ ἀκίνδυνόν ἐστι, τοῦ Κυρίου λέγοντος, ὅτι Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυνα ρίοις· τί καὶ ἀφ' ἑαυτοῦ τις οὐ κρίνει τὸ δίκαιον; ΕΡΩΤΗΣΙΣ ΡΒʹ. Εἰ χρὴ τὸν ἐξερχόμενον ἀπὸ ἀδελφότητος καθ' οἱονδήποτε λόγον παρακλήσει κατέχεσθαι, ἢ οὔ· καὶ εἰ χρὴ, ἐπὶ τίσιν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος· Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβαλῶ ἔξω· καὶ πάλιν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες· καὶ ἀλλαχοῦ· Τίς ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα, ἐὰν πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον, ἕως ὅτου εὕρῃ; παντὶ τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θερα πεύειν, καὶ σπουδάζειν τὸ ἐξηρθρωμένον, ἵνα οὕτως εἴπω, μέλος ἐναρθροῦν. Ἐὰν δὲ ἐπιμένῃ τῇ κακίᾳ οἱᾳδηποτοῦν, ἀφιέναι ὡς ἀλλότριον. Γέγραπται γάρ, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἄφετε αὐτούς· τυφλοί εἰσιν. ΕΡΩΤΗΣΙΣ ΡΓʹ. Ὅτι μὲν χρὴ τοῖς πρεσβυτέροις ἕως θανάτου ὑπο τάσσεσθαι, τοῦτο ἤδη ἐδιδάχθημεν· ἐπειδὴ δὲ συμβαίνει εἴς τινα καὶ αὐτὸν ὀλισθαίνειν τὸν πρεσβύτερον, εἰ δέοι αὐτὸν ἐλέγχεσθαι, καὶ πῶς, καὶ παρὰ τίνων, διδαχθῆναι δεόμεθα· εἰ δὲ μὴ καταδέχοιτο, τί χρὴ γενέσθαι. ΑΠΟΚΡΙΣΙΣ Περὶ τούτων εἴρηται σαφῶς ἐν τῇ πλατυτέρᾳ ἀπο κρίσει. ΕΡΩΤΗΣΙΣ Ρ∆ʹ. Πῶς χρὴ τὰς φροντίδας ἐγχειρίζειν τοῖς ἀδελφοῖς· μόνου τοῦ προεστῶτος τὴν δοκιμασίαν ποιου μένου, ἢ καὶ τῶν ἀδελφῶν ψηφιζομένων· ὁμοίως δὲ καὶ ἐν ταῖς ἀδελφαῖς. ΑΠΟΚΡΙΣΙΣ. Εἰ περὶ ὧν φρονεῖ ἕκαστος, ἀνατίθεσθαι ἑτέροις ἐδιδάχθη, πόσῳ μᾶλλον τὰ τοιαῦτα μετὰ δοκιμασίας τῶν εἰς τοῦτο ἐπιτηδείων γίνεσθαι χρή; ὡς Θεοῦ οἰκονομίας κατὰ Θεὸν ὀφειλούσης ἐγχειρίζεσθαι τοῖς ἤδη ἀπόδειξιν δεδωκόσι τοῦ δύνασθαι εὐαρέστως 31.1156 τῷ Κυρίῳ τὸ ἐγχειρισθὲν οἰκονομεῖν. Καὶ καθόλου ἐν παντὶ πράγματι τὸν