27
τότε κύνες γέγοναν. ἠκολούθησεν δὲ τῷ κύνας αὐτοὺς γενέσθαι τὸ "συναγωγὴ πονηρευομένων" εἶναι· ὅτε γὰρ πρόβατα ἦσαν, ποίμνη θεία ἦσαν. κύνες οὖν γέγοναν περὶ ἐμὲ καὶ συναγωγὴ πονηρευομένων. διὰ τοῦτο σταυρῷ με ὑπέβαλαν· τὸ γὰρ ὀρύττειν χεῖρας καὶ πόδας τοῦ σωτῆρος οὐδὲν ἕτερον ἢ σταυρὸν σημαίνει. λοιπὸν τὰ καθέκαστα σκόπει· οὔκ ἐστιν ἀναιδῶν ψυχῶν καὶ ἀκολάστων καὶ ὑλακτικῶν, διὰ λοιδοριῶν ὑλακτούντων, τὸν ποιήσαντα ἀνάστασιν νεκρῶν καὶ ἀνάβλεψιν τυφλῶν καὶ καθαιρομένους λεπροὺς μισεῖν καὶ θανάτῳ θέλειν ὑποβαλεῖν, οὐ πονηρευομένη ἐστὶν αὕτη συναγωγή; 39 ἔστιν δὲ συναγωγὴ ἐπαινετή. ὤρυξαν χεῖράς μου καὶ πόδας μου καὶ ἐπὶ τῆς ἱστορίας δέ τινες εἴρηκαν τοῦτο. πολλοὶ νομεῖς γέγοναν ἀλόγων ζῴων, καὶ οὐδέποτε ἱστορήθη, ὅτι βουκόλιον ἐπέθετο βουκόλῳ οὐδὲ αἰπόλιον αἰπόλῳ οὐδὲ ποιμένι ποίμνιον οὐδὲ ἵπποι ἱπποτρόφῳ. μόνοι ἄνθρωποι ἐπέθεντο ἄρχουσιν, καὶ πολλοὺς φέρει ἡ ἱστορία ἄρχοντας καὶ χρηστοὺς τὸ ἦθος καὶ σπουδαίους τὴν γνώμην ἀναιρεθέντας ὑπὸ τῶν ἀρχομένων. μένοντες οὖν πρόβατα οὐκ ἂν ἀνῄρουν. ὅτε οὖν κύνες γέγοναν καὶ αὐτὸ τοῦτο ἄνθρωποι κυνώδεις τῷ τρόπῳ καὶ τῷ βίῳ καὶ τῇ καταστάσει, "συναγωγὴ πονηρευομένων" ἐλέχθησαν. πονηρευομένων δέ ἐστιν τὸ ἐγείρεσθαι κατὰ τοῦ εὐεργέτου, τὸ κατὰ τοῦ νομέως ἐπανίστασθαι. 18 ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. τὸ ὅσον ἧκεν εἰς αὐτούς, ἀριθμῷ ὑπέβαλαν τὰ ὀστᾶ μου καίπερ οὐκ ὄντα ἀριθμητά. λοιπὸν συνπλέκει τὴν διάνοιαν. ὑπῆρκται μὲν καὶ τοῦτο κατ' ἱστορίαν τὸ μερίσασθαι αὐτοὺς τὰ ἱμάτια αὐτοῦ καὶ βαλεῖν κλῆρον περὶ τοῦ ὑφαντοῦ δι' ὅλου χιθῶνος. τρόπον τινὰ ὅμως μάχεται τὸ ῥητὸν ἐν τῷ εὐαγγελίῳ τῇ παρούσῃ λέξει· οἱ στρατιῶται γὰρ ταῦτα πεποίηκαν. οὐκ ἦσαν δὲ οἱ στρατιῶται Ἑβραῖοι· ὅλως γὰρ Ἰουδαῖος οὐκ ἐπετρέπετο στρατεύεσθαι· ἀλλ' ἐπεὶ τρόπον τινὰ αὐτοὶ αἴτιοι γέγοναν τοῦ καὶ στρατιώταις αὐτὸν παραδοθῆναι, αὐτοῖς τὸ ἔνκλημα προσάπτουσιν. 18 αὐτοὶ δὲ κατενόησάν με καὶ ἐπεῖδόν με. ἐπερ · κατανοήσαντες ἐπεῖδόν με; -ἐπιστήσαντες εἶδον τὸν σκορπισμὸν τῶν ὀστῶν μου. καὶ τὸ "ἐπιδεῖν" δὲ πολλάκις ἐπὶ τῶν ἐπιχαιρεκάκων λέγεται. καὶ τὰς δυνάμ̣εις τῆς διδαςκαλίας αὐτοῦ δυνατὸν ὀστᾶ εἰπεῖν. 19 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. εἰς τοῦτο οὐκέτι ὧδε ἐπὶ τῆς ἱστορίας μεῖναι θέλομεν· ἤδη γὰρ ἐλέχθη ὅτι καὶ ἐμερίσαντο οἱ στρατιῶται τέσσερα μέρη πεποιηκότες καὶ κλῆρον ἔβαλον ἐπὶ τὸν ἄραφον τὸν ἄνωθεν ἐκ τῶν ὅλων ὑφαντὸν χιθῶνα. λέγω· ὥσπερ σῶμα Χριστοῦ ἐλέγετο κατά τινα λόγον τὸ ἄθροισμα τῶν πιςτῶν, ὡς αἱ μαρτυρίαι αἱ ἀποστολικαὶ ἐσήμαινον, καὶ ἐλέγαμεν τοὺς εὐτόνους τούτου τοῦ σώματος ὀστᾶ εἶναι, οὕτω πάλιν λέγομεν ὅτι αὐτὴ ἡ θεόπνευστος γραφὴ σῶμα τοῦ σωτῆρός ἐστιν, ὀστᾶ δὲ τούτου τοῦ σώματος τὰ εὔτονα νοήματα, τὰ περὶ τῶν ἄλλων ὑπερτέρων νοημάτων θεωρήματα. ἱμάτια δὲ αἱ λέξεις εἰσίν· ἐνδιδύσκεται γὰρ ὁ λόγος ὁ κατὰ τὴν νόησιν ὑπὸ τῶν λέξεων. εἰ καὶ ἐξηρίθμησαν οὖν τὰ ὀστᾶ αὐτοῦ, ἀλλ' οὐκ ἐμερίσαντο αὐτά· μόνον εἶδον αὐτὰ ὡς οὔκ εἰσιν· εἰ γὰρ ὥς εἰσιν θεασάμενοι ἦσαν, ἐνεδυναμοῦντο ἐν αὐτοῖς καὶ ἐξιδιοποιοῦντο αὐτὰ ἑαυτοῖς ὡς λέγειν· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· κύριε, τίς ὅμοιός σοι"; οὐ γὰρ τὰ αἰσθητὰ ὀστᾶ ταῦτα λέγουσιν. διαμερίζονται οὖν τὰ ἱμάτια τοῦ λόγου πάντες οἱ ἑτερογνωμονοῦντες, οἱ ψευδοδοξοῦντες. ἕλκουσιν δὲ τὰς λέξεις εἰς ὃ βούλονται καὶ ἐξιδιοποιοῦνται αὐτάς, οἷον· "κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ". ἡ λέξις ἱμάτιόν ἐστιν τοῦ 40 θεωρήματος. ἕλκουσιν αὐτὸ οἱ Ἀριανοὶ ὡς θέλουσιν καὶ ἴδιον αὐτῶν αὐτὸ νομίζουσιν. οἱ ἐκκλησιαστικοὶ πάλιν δέχονται αὐτὸ ὡς φορεῖ αὐτὸ ἡ Σοφία ἡ τοῦτο λέγουσα, καὶ ἄλλοι ἄλλα. καὶ ὅλως εὑρεῖν ἔστιν τὰ αὐτὰ ῥητὰ σχεδὸν παρὰ πᾶσιν τοῖς ἑτεροδόξοις ἄλλως καὶ ἄλλως μεταχειριζόμενα. ἐμερίσαντο ἄρα αὐτά, ἐξέδυσαν τὸν λόγον τὰς λέξεις καὶ εἵλκυσαν αὐτὰς γυμνὰς τοῦ λόγου εἰς τὸ ἑαυτῶν βούλημα. 19 καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. οὐδεὶς