1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

27

ψυχῆς, ἆρ' οὐχ ἡγῇ τῶν κατὰ τὴν ὁδὸν δεινὰ πασχόντων δεινότερα πείσεσθαι; 4,13a ἐξαίσιοι γάρ, φησίν, παρ' αὐτοῦ φόβοι καὶ ἤχῳ νυκτερινῷ 13b ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους. 4,14a φρίκη δέ μοι συνήντησε καὶ φόβος, 14b καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν, 4,15a καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν· 15b ἔφριξαν δέ μου τρίχες καὶ σάρκες, 4,16a καὶ ἀνέστην καὶ οὐκ ἐπέγνων, 16b εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, 16c ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον. 66 «οὐκ ἤκουσας», φησίν, «ὅτι πολλοὶ οὕτως ἐκολάσθησαν;» εἶτα, ἵνα ποιήσῃ ἀξιόπιστον τὸν λόγον, ἑαυτὸν παράγει ὑπόδειγμα, ὅτι οὐδενὸς προλαβόντος, οὐδενὸς φαινομένου ἀθρόον φόβος τις καὶ ταραχὴ ἐνέπεσεν εἰς τὴν διάνοιαν αὐτοῦ. τοῦτο καὶ ἡ Πανάρετός φησιν περὶ τοῦ σκότους ἐκείνου, ὅτι ἰνδάλματα αὐτοῖς ἐφαίνετο κατὰ τὴν νύκτα καὶ τὸ σκότος ἐκεῖνο, καὶ ἱκανὸν ἦν εἰς τιμωρίαν τοῦτο. εἶτα πάλιν ἐκ περιουσίας ἐκ τοῦ καθόλου τὸ κατὰ μέρος δείκνυσιν. ὅρα, ἐπειδὴ εἶδε τὴν δόξαν ἀντικειμένην τοῦ δικαίου τοῖς αὑτοῦ ῥήμασιν, δι' ὅσων αὐτὴν καταβαλεῖν βούλεται. 4,17a τί γάρ; φησίν· μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου 17b ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; «ἄλλως δέ», φησίν, «οὐδὲ δυνατὸν ἄνθρωπον ὄντα καθαρὸν εἶναι.» μὴ δὴ ταῦτα εἰς δόγματα δεξώμεθα, ἀγαπητοί. καὶ καλῶς προσέθηκεν· ἔναντι κυρίου, καθὼς καὶ ὁ προφήτης φησίν· οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. καὶ πάλιν· ἐὰν ἁμαρτίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καθάπερ γὰρ ἡμῶν ἡ ἀγαθότης πονηρία ἐστὶν πρὸς τὴν ἐκείνου ἀγαθότητα συγκρινομένη, οὕτω καὶ τὰ λοιπά. ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ, φησίν, ἄμεμπτος ἀνήρ; ὅρα αὐτὸν ἀντιφθεγγόμενον τῷ θεῷ· αὐτοῦ γὰρ εἰρηκότος ἄνθρωπος ἄμεμπτος οὗτός φησιν· «οὐκ ἄμεμπτος». ἀπὸ τῶν οἰκείων ἐπαίρει τὴν ψῆφον. 4,18a εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, 18b κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν. ἐμοὶ δοκεῖ περὶ τῶν ἄνω λέγειν δυνάμεων· «τί δεῖ λέγειν περὶ ἀνθρώπων», φησίν, «ὅταν οἱ ἄγγελοι μὴ ὦσιν ἄμεμπτοι;» 67 τί δέ ἐστιν οὐ πιστεύει; ὡς δικαίοις καὶ ἀμέμπτοις καὶ οὐκ ἂν ἁμαρτοῦσιν, ἐμοὶ δοκεῖ, ὅτι δεκτικὴ τῶν ἐναντίων ἡ φύσις αὐτῶν. τί ἐστι σκολιόν τι ἐπενόησεν; «οὐκ ἀφῆκεν», φησίν, «ἐν τῇ φύσει αὐτῶν εἶναι τὸ ἐνάρετον.» καὶ καλῶς εἶπεν ἐπενόησεν, ἵνα μὴ τὸ τῆς φύσεως μεγαλεῖον αὐτοὺς ἐπάρῃ, ἀλλὰ διὰ παντὸς ὦσιν ὑποτεταγμένοι τῷ θεῷ. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων· οὐκ ἔχων ὁ ἄνθρωπος ἐν τῇ φύσει τὸ ἀθάνατον ὅμως ἐπήρθη, εἰ δὲ καὶ ἐν τῇ φύσει ἔσχεν, τί οὐκ ἂν ἐγίνετο; 4,18c οὐρανὸς δέ, φησίν, οὐ καθαρὸς ἐνώπιον αὐτοῦ. τουτέστιν· ἡ τοσαύτη τῆς φύσεως καθαρότης κηλίς ἐστι πρὸς ἐκεῖνον, οὐχ ὡς τοῦ οὐρανοῦ προαίρεσιν ἔχοντος, ἀλλὰ τὴν κατὰ φύσιν καθαρότητα παραβάλλει τῇ καθαρότητι τῆς ἀρετῆς τοῦ θεοῦ. 4,19a ἔα δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας. «τί χρὴ λέγειν περὶ τῶν ἀνθρώπων;» φησίν. καὶ πρῶτον ἀπὸ τῆς οἰκίας ἔβαλε τὴν φύσιν, εἶτα ἐξευτελίζει αὐτὴν καὶ ἑτέρωθεν. οὐκ ἤρκει εἰπεῖν, ὅτι ἀπὸ πηλοῦ ἐσμεν, ἀλλὰ καὶ ποίου πηλοῦ. ἀπὸ τοῦ χείρονος τὴν φύσιν ἐκάλεσεν, μονονουχὶ λέγων, ὅτι καθάπερ ἡμῖν τῆς φύσεως ἡ κατασκευὴ αἰτία τῶν ἁμαρτημάτων γίνεται, οὕτω καὶ τοῖς ἀγγέλοις ἐστί τι, ὃ ἐπενόησεν ὁ θεὸς πρός τε τὸ ταπεινοῦσθαι αὐτοὺς καὶ καταστέλλεσθαι· καὶ γὰρ καὶ καθ' ἡμῶν τοῦτο ἐπενόησεν τὴν σοφίαν αὐτοῦ δεικνὺς διὰ τοῦ εἰπεῖν ἐπενόησεν, οὐχ ὡς πολλὰ καμόντος, ἀλλ' ὡς σοφόν τι καὶ συνετὸν εὑρηκότος. 68 εἶτα καὶ κοινοῖ τὸν λόγον, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι· 4,19b ἐξ οὗ καὶ αὐτοί ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ. καὶ γὰρ ἑτέρωθεν πάλιν τὸ δυνατὸν τοῦ θεοῦ καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον παρίστησιν εἰπών· 4,19c ἔπαισεν αὐτούς, φησίν, σητὸς τρόπον. τουτέστιν· εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρεν. 4,20a ἀπὸ πρωίθεν, φησίν, ἕως ἑσπέρας, καὶ οὐκέτι εἰσίν. τουτέστιν· ἐν ἡμέρᾳ μιᾷ ἢ ὅτι διὰ παντός. 4,20b καὶ παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. τουτέστιν· ὅτι οὐδεὶς ἀντιστῆναι δύναται τῷ θεῷ. οὐ δυνάμεθα δὲ βοηθῆσαι ἑαυτοῖς καὶ διὰ τὸ ὑπερέχον τῆς φύσεως τοῦ θεοῦ καὶ διὰ τὸ τῶν κακῶν πλῆθος. ἃ γὰρ ἡ χεὶρ ἡ ἁγία βεβούλευται, τίς διασκεδάσει; 4,21a ἐνεφύσησε γὰρ