1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

27

περὶ τοὺς ὀφείλοντας ἐν χρήμασιν, ἐν ἁμαρτήμασι· μηδεὶς μνησίκακος ἔστω, εἴ γε μὴ βούλοιτο ἑαυτὸν ἀδικεῖν. Οὐ γὰρ ἐκεῖνον τοσοῦτον μὴ ἀφιεὶς λυπεῖς, ὅσον ἑαυτὸν ἀδικεῖς. Ἐκείνῳ μὲν γὰρ, ἐπεξιόντος σου, οὐκ ἐπέξεισιν ὁ Θεός· σοῦ δὲ καταλιπόντος, ἢ ἐπέξεισιν αὐτὸς, ἣ τὰς ἁμαρτίας σου ἀφίησι. Πῶς δὲ μὴ ἀφιεὶς σὺ τῷ πλησίον, βασιλείαν ζητεῖς; Ὅπερ ἵνα μὴ πάθωμεν, πᾶσιν ἀφῶμεν· ἑαυτοῖς γὰρ ἀφίεμεν· καὶ συγχωρήσωμεν, ἵνα ὁ Θεὸς συγχωρήσῃ ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, καὶ οὕτω τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Εʹ. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί· πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες· μηδὲν κατ' ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ

τὰ ἑτέρων ἕκαστος. αʹ. Οὐδὲν ἄμεινον, οὐδὲν φιλοστοργότερον διδασκάλου πνευματικοῦ· παντὸς πατρὸς εὔνοιαν παρέρχεται φυσικοῦ. Ὅρα γοῦν, ὁ μακάριος οὗτος οἵαν τίθησιν ἱκετηρίαν πρὸς Φιλιππησίους ὑπὲρ τῶν ἐκείνοις συμφερόντων. Τί γάρ φησι, περὶ ὁμονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν; ὅρα πῶς λιπαρῶς, πῶς σφοδρῶς, πῶς μετὰ συμπαθείας πολλῆς. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, φησί. Τουτέστιν, εἴ τινα ἔχετε παράκλησιν ἐν Χριστῷ· ὡς ἂν εἰ ἔλεγεν· Εἴ τινά μου λόγον ἔχεις, εἴ τίς σοι φροντὶς ἐμοῦ, εἴ ποτε εὖ ἔπαθές τι παρ' ἐμοῦ, τόδε ποίησον. Τούτῳ δὲ κεχρήμεθα τῆς διαθέσεως τῷ τρόπῳ, ὅταν ὑπὲρ πράγματος ἀξιῶμεν, ὃ πάντων προτίθεμεν· οὐ γὰρ, εἰ μὴ πάντων αὐτὸ προετίθεμεν, πάντων τὴν ἀμοιβὴν ἐν ἐκείνῳ λαβεῖν ἐβουλόμεθα, καὶ δι' ἐκείνου τὸ πᾶν ἐλέγομεν δείκνυσθαι. Ἡμεῖς μὲν οὖν σαρκικῶν δικαιωμάτων ὑπομιμνήσκομεν. Ὡς ἂν εἰ πατὴρ πρὸς υἱὸν ἔλεγεν· Εἴ τις οὖν σοι πατρὸς αἰδὼς, εἴ τις ἀνατροφῆς μνήμη, εἴ τις φιλοστοργίας τῆς πρὸς ἐμὲ, εἴ τις τιμῆς ἧς ἔτυχες παρ' ἐμοῦ, εἴ τις εὐνοίας, μὴ ἔσο τῷ ἀδελφῷ ἐχθρός· τουτέστιν, Ἀντὶ πάντων ἐκείνων ταύτην αἰτῶ τὴν ἀμοιβήν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως· οὐδενὸς γὰρ σαρκικοῦ ὑπομιμνήσκει, ἀλλὰ πάντων πνευματικῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τινά μοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασμοῖς δοῦναι, καὶ προτροπὴν ἐν Χριστῷ, εἴ τινα παραμυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐν πνεύματι, εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρμοὺς, πληρώσατέ μου τὴν χαράν. Εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί. Οἰκτιρμούς φησιν ἑαυτοῦ τῶν μαθητῶν τὴν ὁμόνοιαν ὁ Παῦλος, δεικνὺς ὡς ἐν τοῖς ἐσχάτοις ὁ κίνδυνος, ἐὰν μὴ ὁμονοῶσιν. Εἰ ἔστι, φησὶ, τυχεῖν παρακλήσεως παρ' ὑμῶν, εἰ ἔστι τυχεῖν ἀπὸ τῆς ἀγάπης ὑμῶν παραμυθίας τινὸς, εἰ ἔστιν ὑμῖν κοινωνῆσαι ἐν πνεύματι, εἰ ἔστι κοινωνῆσαι ὑμῖν ἐν Κυρίῳ, εἰ ἔστιν ἐλεηθῆναι παρ' ὑμῶν καὶ οἰκτειρηθῆναι, πάντων τούτων τὴν ἀντίδοσιν ἐν τῇ ἀγάπῃ δείξατε· πάντων τούτων ἔτυχον, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Πληρώσατέ μου τὴν χαράν. Ὅρα, ἵνα μὴ δόξῃ ἡ παραίνεσις ὡς πρὸς ἐλλείποντας ἔτι γεγενῆσθαι, οὐκ εἶπε, Ποιήσατέ μοι, ἀλλὰ, Πληρώσατε· τουτέστιν, Ἤρξασθε φυτεύειν ἐν ἐμοί, ἤδη μοι μετεδώκατε τὸ εἰρηνεύειν, ἀλλ' εἰς τέλος ἐπιθυμῶ ἐλθεῖν. Τί βούλει, εἰπέ μοι, ἵνα σε κινδύνων ἀπαλλάξωμεν; ἵνα σοί τι χορηγήσωμεν; Οὐδὲν τούτων, φησὶν, ἀλλ', Ἵνα ὑμεῖς τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, ἐν 62.214 ᾗ ἤρξασθε, σύμψυχοι, τὸ ἓν φρονοῦντες.