1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

27

δαιμόνων καλεῖ τάγματα, κατὰ τὸ γεγραμμένον περὶ αὐτῶν· καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. νήσους δὲ αὐτοὺς πάλιν φησὶν ὡς ὑψουμένους καὶ ἐπαιρομένους τῇ τῆς διανοίας αὐτῶν κενοδόξῳ ματαιότητι ἐν τοῖς ἀστάτοις καὶ ἁλμυροῖς τοῦδε τοῦ βίου περισπασμοῖς. καὶ οἱ βασιλεῖς φησι τῆς γῆς καὶ οἱ μεγιστάνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσετε ἐφ' ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη ἡ τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται στῆναι; βασιλεῖς πάλιν καὶ μεγιστάνας, χιλιάρχους τε καὶ πλουσίους καὶ ἰσχυρούς, τοὺς ἀλιτηρίους καλεῖ δαίμονας, ὡς κατάρξαντας τῶν ἐν τῇ γῇ διὰ πάτης καὶ δόλου· δούλους δὲ καὶ ἐλευθέρους, τοὺς ἐν τοῖς δαίμοσι προὔχουντάς τε καὶ ὑποτεταγμένους. τὸ δέ γε κρύψαι ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρῶν καὶ μέντοι καὶ 95 λέγειν πέσετε ἐφ' ἡμᾶς καὶ κρύψατε ἡμᾶς, τροπικῶς μὲν εἴρηται· αἰνίττεται δὲ φυγάδας αὐτοὺς πειρωμένους γίνεσθαι ἀπὸ τῆς ἐπαγομένης αὐτοῖς κολάσεως παρὰ Χριστοῦ, εἰ γὰρ μήτις αὐτοὺς ἀόρατος κόλασις ἐπήγετο καὶ τιμωρία, τί βούλεται τὸ τῷ προφήτῃ Ἡσαΐᾳ εἰρημένον ἐκ προσώπου Χριστοῦ· ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν· τί δὲ καὶ τὸ λέγειν τοὺς θεοστυγεῖς δαίμονας παρὰ τῷ Ματθαίῳ· τί ἡμῖν καὶ σοί, ὑιὲ τοῦ Θεοῦ; ἦλθες βασανίσαι ἡμᾶς; ταῦτα δὲ ἄν τις νοήσοι τὰ τῇ ἀποκαλύψει εἰρημένα οὐ μόνον εἶναι δαιμόνων πάθη, ἀλλὰ καὶ τῶν τὸν σταυρὸν τῷ Κυρίῳ πηξάντων ἀνόμων Ἰουδαίων, οἳ τῷ πρὸς Ῥωμαίους πολέμῳ πιεζόμενοι, φυγάδες τε ἐγένοντο ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, καὶ πανταχόθεν ἀπορίᾳ συνείχοντο καὶ ἐκτάσει. μετὰ τοῦτό φησιν εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπί τι δένδρον. καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραζε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέ λοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὰ δένδρα, λέγων· μὴ ἀδικήσετε τὴν γῆν μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι σφραγίσομεν τοὺς δούλους 96 τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαρακοντέσσαρας χιλιάδας ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. καὶ λέγει λοι πὸν ἀπὸ ἑκάστης φυλῆς, δώδεκα χιλιάδας τοὺς σφραγισθέντας· ἐντεῦθεν σαφῶς τὰ περιστάντα Ἰουδαίοις ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ δείκνυται τῷ εὐαγγελιστῇ, ἃ προφάσει γέγονεν αὐτοῖς τοῦ σταυροῦ καὶ τῆς κατὰ τοῦ Κυρίου παροινίας. οἱ γὰρ τέσσαρες ἄγγελοι οἱ κρατοῦντες τὰς τέσσαρας γωνίας τῆς Ἰουδαίων γῆς ἐφρούρουν ὅπως μηδεὶς τῶν ἀξίων τεθνᾶναι Ἰουδαίων διαφυγῇ, δειλίαν ἴσως αὐτοῖς ἐμβάλλοντες τῆς φυγῆς ἢ δυσχερείας τινὰς ἢ ἔξωρον τῆς πατρίδος πόθον γυναικῶν τε καὶ φιλτάτων, ἅτινα τροπικῶς διασημαίνεται, διὰ τοῦ κρατεῖσθαι τὰς τέσσαρας γωνίας τῆς Ἰουδαίας. τὸ δέ γε τοὺς τέσσαρας ἀνέμους κρατεῖσθαι, ἐφ' ᾧ τε μὴ πνέειν μήτε ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπί τι δένδρον, ὑποσημαίνει τὸ μηδεμίαν αὐτοῖς ἀνάψυξιν εὑρᾶσθαι ἐν τῷ πολέμῳ, μηδέ τινα τῶν συμφορῶν παραψυχήν, μήτε τοὺς ἐπὶ τῆς γῆς πεζομαχοῦντας, μήτε τοὺς ἐν τῇ θαλάσσῃ ναυμαχοῦνταςπολλὰ γὰρ ἐναυμάχησαν κατὰ τὸν Ἰώσηππονμήτε μὴν τοὺς γεωργίᾳ καὶ φυτῶν ἐπιμελείᾳ προσανέχοντας· πάντας γὰρ ἄρδην κατέλαβε τὰ κακά, πόλεων μὲν πυρπολουμένων, γῆς δὲ δηουμένης, φυτῶν δὲ κειρομένων, ἃ δὴ πάντα ὁ Ἰώσηππος ἀκριβῶς ἐπεξέρχεται ἐν τῇ τῆς Ἱεροσολύμων ἁλώσεως ἱστορίᾳ. καὶ εἶδον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς 97