28
κεκτημένος τι κλῆρον ἐπ' αὐτοῦ βάλλει, ἀλλ' ὅταν δύνηταί τι εἰς πολλοὺς κοινωνοὺς ἐλθεῖν, περὶ ἐκείνων κλῆρον βάλλουσιν. ἐάν τις καταλείψῃ μονογενῆ υἱὸν καὶ αὐτῷ χρήσηται διαδόχῳ, ἐκείνου ἐστὶν πάντα τὰ τοῦ τεθνεῶτος ὑπάρχοντα, καὶ οὐ βάλλεται κλῆρος. ὅταν δὲ πολλοὶ ἐπέλθωσιν τῷ ἀληθῶς κληρονόμῳ λέγοντες ὅτι· "καὶ ἡμεῖς τέκνα ἐσμὲν ἐκείνου", μερισμὸς γίνεται τῶν ἱματίων ἐκείνου. μερίζονται δὲ οὐκ αὐτόν, ἀλλὰ τὰς λέξεις μόνας· μὴ γὰρ σὺν τῷ αὐτῷ νοῒ ἡ αὐτὴ λέξις διαφόρως παρὰ αἱρεθικοῖς κεῖται. ἕκαστος πρὸς τὸ ἑαυτοῦ φρόνημα καὶ βούλημα ἕλκει τὴν λέξιν. ὁ σπουδαῖος οὖν καὶ πιστὸς ἀληθῶς ἔχει ὅλον τὸν χιθῶνα τοῦ Ἰησοῦ, οὐκ ἔχει αὐτὸν περιεσχισμένον· διὸ οὐδὲ κλῆρον βάλλει· αὐτοῦ ἐστιν ὅλος· κἂν γὰρ κλῆρον βάλωσιν ἐκεῖνοι καὶ χρήσωνται ταῖς λέξεσιν, οὐκ αὐτῶν γίνονται, οὐ κύριοι αὐτῶν γίνονται· παρέρχεται γὰρ εἰς μέσον σοφὸς ἀνὴρ κατὰ Χριστὸν καὶ δείκνυσιν ὅτι οὐκ αὐτοῦ ἐστιν ὃ νομίζει αὐτοῦ εἶναι. ἐπερ · ἱμάτια καὶ ἱματισμός; -ὅλα ὁμοῦ τὰ ἱμάτια ἱματισμὸς λέγεται· ἕκαστον δὲ καθ' ἑαυτὸ οὐ λέγεται ἱματισμός. καὶ ὥσπερ τὰ ἅμα πολλὰ συνειλεγμένα πρόβατα ἀγέλη λέγεται, ἕκαστον δὲ οὐ λέγεται ἀγέλη, καὶ οἱ ἄνθρωποι οἱ εἰς ταὐτὸ συνεληλυθότες δῆμος λέγονται, ἕκαστος δὲ οὐ λέγεται δῆμος. 20 σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου. εἰ ἐκεῖνοι ταῦτα ἐσπούδασαν, εἰ καὶ θλῖψίν μοι ἐπιφέρουσιν, παρεκάλεσα δέ σε μὴ ἀποστῆναι, "ὅτι θλῖψις ἐγγύς". ἡ θλῖψις δὲ εἰ ἐγγὺς γέγονεν ἀπὸ τῶν κυκλωσάντων με μόσχων καὶ ταύρων, ἀπὸ τῶν διασκορπισάντων τὰ ὀστᾶ μου, ἀπὸ τῶν αἰτίων γεναμένων μοι ὥστε τὴν γλῶττάν μου κολληθῆναι τῷ λάρυγγι, ἀλλὰ σὺ μὴ μακρύνῃς τὴν βοήθειάν σου. εὐθέως οὖν ἡ ἀνάστασις γέγονεν τοῦ σωτῆρος, εὐθέως ἐπεστράφησαν πρὸς αὐτὸν οἱ σκανδαλισθέντες. οὐ γέγονεν οὖν μακρὰν ἡ βοήθεια. ταῦτα δὲ ὁ ἄνθρωπος, κατὰ τὴν ἐπίνοιαν τοῦ ἀνθρώπου ὁ Ἰησοῦς λέγει· "μὴ μακρύνῃς τὴν βοήθειάν μου". ἡ βοήθεια ἣν ἀπαιτεῖ οὐ παρ' ἄλλου τινὸς γίνεται ἢ παρὰ θεοῦ. εἶπον δὲ ὅτι, ὅταν θεὸς λέγηται, οὐ πάντως τὸν πατέρα σημαίνει ἀπομερίζων τὸν υἱὸν οὐδὲ τὸν υἱὸν ἀποσχίζων τὸν πατέρα· μία γάρ ἐστιν ἡ θεότης. καὶ ὅτι τοῦθ' οὕτως ἔχει, τὴν βοήθειαν εἴπομεν τὴν ἐκ νεκρῶν ἀνάστασιν. ὅπου μὲν λέγεται ἑαυτὸν παραδεδωκέναι καὶ ἐγηγερκέναι, ὅπου δὲ 41 ὁ πατὴρ λέγεται παραδεδωκέναι αὐτὸν καὶ ἀνεστακέναι, ἐξ οὗ παρίσταται ὅτι ἡ μία ἀνάστασις καὶ τὸ ἓν ἔργον ὑπὸ πατρὸς καὶ υἱοῦ γινόμενον κατὰ μόνην μίαν θεικὴν ἐνέργειαν γίνεται. κἂν ὁ πατὴρ ποιῇ, ω῾̣ς θεὸς ἐνεργῶν τοῦτο ἐργάζεται, κἂν ὁ υἱός, τοῦτο ποιεῖ ὡς θεός. 20 εἰς τὴν ἀντίλημψίν μου πρόσχες. ἐὰν γὰρ προσχῇς τῇ ἀντιλήμψει μου, ἡ βοήθεια οὐ μεμάκρυνται, ἀλλ' ὡς ἐγγὺς οὖσα ἐνήργησεν· λέγει γὰρ προηγουμένως ταῦτα περὶ τῶν ἀνθρώπων· ἐλήλυθεν γὰρ οὐχ ἵνα προηγουμένως αὐτὸς ἀπο̣θ̣άνῃ καὶ ἀναστῇ ἀλλὰ δι' ἄλλους. "χάριτι θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου". πάντες ὑπὲρ αὐτῶν ἀπέθανον. οὗτος χάριτι θεοῦ ὑπὲρ πάντων ἐγεύσατο. "ἡ ἀγάπη τοῦ θεοῦ συνέχει ἡμᾶς, κρίναντας αὐτὸ τοῦτο ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον", ἵνα οἱ ἀποθανόντες μηκέτι ὦσιν νεκροί, "ἀλλὰ ζῶσιν ἐκείνῳ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἀναστάντι". ὄφλημά τις ἀνθρώπινον δύναται ἀποδοῦναι ὑπὲρ ἄλλου καὶ μέμψιν δύναται ὑπὲρ ἄλλου ἀναδέξασθαι καὶ ἔλεγχον. θάνατον δὲ ἄλλος ὑπὲρ ἄλλου οὐδεὶς δύναται ἀναδέξασθαι. καὶ ὅρα γε· ἐγεύσατο μόνον, οὐκ ἐρόφησεν αὐτόν, οὐ κατέφαγεν αὐτόν. ὁ δὲ καταπινόμενος ὑπὸ θανάτου καὶ αὐτὸς αὐτὸν καταπίνει. "κατέπιεν ὁ θάνατος ἰσχύσας". οὗτος κατέπιεν τὸν θάνατον ὁ καταποθεὶς ὑπ' αὐτοῦ. ἐπειδὴ δὲ Ἰησοῦς "ἁμαρτίαν οὐκ ἐποίησεν", διὰ δὲ τῆς ἁλώσεως τῆς ἁμαρτίας καταπίνεται ὁ θάνατος καὶ καταπίνει τὸν ἁμαρτάνοντα-, ὑπὲρ παντὸς οὖν ἐγεύσατο· πλὴν ἐγεύσατο. καὶ τὴν αἰτίαν ἀποδέδωκεν· "ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου". ἐν θανάτῳ θάνατον