1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

28

Βαβαὶ, ποσάκις τὸ αὐτὸ λέγει ἀπὸ διαθέσεως πολλῆς! Ἵνα τὸ αὐτὸ φρονῆτε, φησὶ, μᾶλλον δὲ, ἵνα τὸ ἓν φρονῆτε. Τοῦτο γὰρ προϊὼν ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ὃ τοῦ, Τὸ αὐτὸ, μεῖζόν ἐστι. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστι, μὴ ἁπλῶς περὶ πίστιν μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ μὴ ἀγάπην ἔχειν. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστιν, ὁμοίως καὶ φιλεῖν καὶ φιλεῖσθαι. Μὴ σὺ μὲν ἀπόλαυε τῆς πολλῆς, ἐλάττονα δὲ τοῖς ἄλλοις πάρεχε, ἵνα καὶ ἐν τούτῳ ᾖς πλεονέκτης. Εἰ γάρ τινες τοῦτο, ἀλλὰ σὺ μὴ ἀνέχου. Σύμψυχοι, φησί· τουτέστι, μιᾷ ψυχῇ τὰ πάντων οἰκειούμενοι σώματα, οὐ τῇ οὐσίᾳ (οὐ γάρ ἐστι δυνατὸν), ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ· ὡς ἐκ μιᾶς ψυχῆς τὰ πάντα γινέσθω. Τί ἐστι, Σύμψυχοι; Ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ἓν ἔστω τὸ φρόνημα, ὥσπερ μιᾶς ψυχῆς. Μηδὲν κατὰ ἐρίθειαν. Ἀξιοῖ λοιπὸν καὶ τὸν τρόπον λέγει, πῶς ἂν τοῦτο γένοιτο· Μηδὲν κατὰ ἐρίθειαν, ἢ κενοδοξίαν, φησίν. Ὅπερ ἀεί φημι, ὅτι πάντων αἴτιον τῶν κακῶν τοῦτό ἐστιν· ἐντεῦθεν αἱ μάχαι καὶ αἱ ἔρεις, ἐντεῦθεν αἱ βασκανίαι καὶ φιλονεικίαι, ἐντεῦθεν τῆς ἀγάπης ἡ ψύξις, ὅταν τῆς τῶν ἀνθρώπων δόξης ἐρῶμεν, ὅταν δοῦλοι τῆς τῶν πολλῶν ὦμεν τιμῆς· οὐ γὰρ ἔνι δόξης ὄντα δοῦλον, εἶναι καὶ Θεοῦ δοῦλον γνήσιον. Πῶς οὖν τὴν κενοδοξίαν φύγωμεν, φησίν; οὐδέπω γὰρ εἶπας ὁδόν. Ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ τῇ ταπεινοφροσύνῃ, φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Βαβαὶ, πῶς δόγμα φιλοσοφίας γέμον πάσης, καὶ ἡμῶν τῆς σωτηρίας συγκρότημα ἐξέθετο! Ἐὰν ὑπολάβῃς, φησὶν, ὅτι ὁ δεῖνά σου μείζων ἐστὶ, καὶ τοῦτο πείσῃς σαυτὸν, μᾶλλον δὲ οὐκ ἐὰν εἴπῃς μόνον, ἀλλὰ καὶ πληροφορηθῇς, ἀπονέμεις αὐτῷ καὶ τὴν τιμήν· εἰ δὲ σὺ ἀπονέμεις αὐτῷ τὴν τιμὴν, οὐκ ἀγανακτήσεις ὁρῶν αὐτὸν παρ' ἑτέρου τιμώμενον. Μὴ τοίνυν ἁπλῶς νόμιζε μείζονά σου εἶναι, ἀλλὰ καὶ ὑπερέχειν, ὅπερ ἐστὶ σφοδρᾶς ὑπερβολῆς, καὶ οὐ ξενισθήσῃ τιμώμενον ὁρῶν, οὐδὲ ἀλγήσεις· κἂν ὑβρίσῃ, οἴσεις γενναίως· μείζονα γάρ σου αὐτὸν νενόμικας· κἂν λοιδορῇ, πείθῃ, κἂν ποιήσῃ κακῶς, φέρεις σιγῇ. Ὅταν γὰρ ἅπαξ πληροφορηθῇ ἡ ψυχὴ, ὅτι μείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐμπίπτει ἐν οἷς ἂν παρ' αὐτοῦ πάθῃ κακῶς, οὐκ εἰς βασκανίαν. Τοῖς γὰρ σφόδρα ὑπερέχουσιν οὐδεὶς ἂν φθονήσειε· τῆς γὰρ ὑπεροχῆς τὰ πάντα ἡγεῖται. βʹ. Ἐνταῦθα μὲν οὖν τοῦτον παιδεύει οὕτω διακεῖσθαι. Ὅταν δὲ κἀκεῖνος ὁ τοσαύτης ἀπολαύων τιμῆς παρὰ σοῦ, φησὶν, οὕτω πρὸς σὲ διακέηται, ἐννόησον πῶς τεῖχός ἐστι διπλοῦν ἐπιεικείας. Ὅταν γὰρ σὺ τέως ἄξιον τιμῆς ἔχῃς, κἀκεῖνος οὕτως, οὐδὲν οὐδέποτε 62.215 ἔσται λυπηρόν. Εἰ γὰρ παρὰ τοῦ ἑνὸς τοῦτο γινόμενον ἀρκεῖ λῦσαι πᾶσαν ἐρεσχελίαν, ὅταν παρὰ ἀμφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν; Οὐδὲ αὐτὸς ὁ διάβολος· τριπλοῦν γὰρ ἔσται, καὶ τετραπλοῦν, καὶ πολλαπλάσιον τὸ ὀχύρωμα. Πάντων γὰρ τῶν ἀγαθῶν αἰτία ἡ ταπεινοφροσύνη. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνην ἀπαιτεῖ, ἀλλ' ἐπίτασιν ταπεινοφροσύνης. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὸ συντετριμμένον οὐκ ἂν ἐπανασταίη ποτὲ τῷ στεῤῥῷ, ἀλλ' ὅσα ἂν πάθῃ δεινὰ, πρότερον αὐτὸ ἀπολεῖται, ἢ ἑτέρῳ ἐπεξελεύσεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, αἱρήσεται μᾶλλον κακῶς πάσχουσα διαπαντὸς καὶ ἀποθανεῖν, ἢ ἐπεξελθεῖν καὶ ἀμύνασθαι. Μέχρι τίνος φυσώμεθα φύσημα γέλωτος ἄξιον; Ὥσπερ γὰρ τὰ παιδία, ὅταν ὁρῶμεν ἀνατεινόμενα καὶ γαυρούμενα γελῶμεν, ἢ καὶ λίθον αἴροντα καὶ ῥιπτοῦντα πάλιν γελῶμεν· οὕτως ἐστὶν ἡ ἀπόνοια ἡ ἀνθρωπίνη, παιδικῆς ὂν διανοίας καὶ ἀτελοῦς φρενὸς γέννημα. Τί γὰρ ὑπερηφανεύεται γῆ καὶ