28
τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· μηδὲν ἀδικήσετέ φησιν ἄχρι σφραγισθῶσιν οἱ δοῦλοι τοῦ Θεοῦ ἡμῶν. τὸ μὲν ἀπὸ ἀνατολῆς ἡλίου ἀλλὰ μὴ ἀπὸ δυσμῶν καὶ τῆς ἑσπέρας παραγίνεσθαι τὸν θεῖον ἄγγελον, εὐαγγελισμὸν αἰνίττεται καὶ ἀγαθῶν ἐπαγγελίαν. τὴν δέ γε σφραγῖδα τὴν νῦν, καὶ ὁ προφήτης ἐν πνεύματι προορῶν ἔλεγεν· ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. καλῶς τέως τὸ μηδένα ἀδικηθῆναι κελεύει, ἄχρι σφραγισθῶσιν οἱ τοῦ διασωθῆναι τῶν Ἰουδαίων ἄξιοι, ὅπως μὴ δὲ οἱ δίκαιοι σὺν τοῖς ἁμαρτωλοῖς πάθωσί τι τῶν ἀβουλήτων. καὶ ἐσφράγισάν φησιν ἑκατὸν τεσσαρακοντέσσαρας χιλιάδας· πολλοὶ γὰρ ἦσαν καὶ ἀριθμοῦ κρείττονες οἱ Χριστῷ πιστεύσαντες ἐκ τῶν Ἰουδαίων, οἷς καὶ τὸ σώζεσθαι ἐκ τῆς κοινῆς ὠφείλετο πανωλεθρίας, καὶ μαρτυροῦσιν οἱ λέγοντες τῷ Παύλῳ ἐν Ἱερουσαλὴμ γενομένῳ· θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; οὐ μόνον δὲ εἰκὸς ἦν διαφυγεῖν τοὺς πιστούς, ἀλλὰ καὶ τοὺς ἐν ἀγνοίᾳ καὶ ἀπάτῃ συνεργήσαντας τῷ σταυρῷ τοῦ Κυρίου, περὶ ὧν ἔλεγεν· Πατέρ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσινεἰ καὶ ὁ Κύριλλος ἐν τρισκαιδεκάτῳ βιβλίῳ Κατὰ Ἰουλιανοῦ λέγει μὴ κεῖσθαι ταύτην τοῦ Κυρίου τὴν εὐχὴν ἐν τοῖς Εὐαγγελίοις, παρ' ἡμῖν δέ γε εἴρηταικαὶ οὐ μόνον τούτους, ἀλλὰ καὶ τοὺς οὐδὲ παρόντας τηνικάδε, ἢ ἐνδημοῦντας ἐν τῇ Ἱερουσαλήμ, καὶ διὰ τοῦτο οὐ κεκοινωνηκότας τῇ ἀνοσίῳ βουλῇ τῶν καταρά 98 των ἀρχιερέων τῇ περὶ τοῦ σταυροῦ, ἢ καὶ παρόντας μέν, οὐ μὴν τοῦ μιάσματος κατεσχηκότας, εἰ καὶ αὐτὸς πᾶσαν εὐλόγησε τὴν ὑπ' οὐρανόν, ἐναντίως ἀποβὰν ἢ ὡς τὸ θεοστυγὲς ἢβούλετο συνέδριον τῶν παρανόμων· οὓς πάντας εἰκὸς ὕστερον τῇ Χριστοῦ σφραγισθῆναι πίστει. οὐ γὰρ ἂν αὐτοὺς ἄλλως ὁ ἄγγελος ἐκάλεσε δουλοὺς Θεοῦ· ὧν διασωθέντων φυγῇ τὲ καὶ τῷ πρὸς Ῥωμαίους αὐτομολῆσαι οἱ λοιποὶ κακοὶ κακῶς διεφθάρησαν, θέατρον γενηθέντες τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις ἕτερως, καὶ οὐχ' ὡς ὁ Παῦλος περὶ τῶν θεσπεσίων εἴρηκεν ἀποστόλων. τούτων δὲ πάλιν μάρτυς ὁ Ἰώσηππος πλείστας ὅσας ἀπαριθμούμενος μυριάδας τῷ λιμῷ. τὸ δὲ ἶσον κατὰ τὸν ἀριθμὸν τῶν ἐξ ἑκάστης φυλῆς σφραγισθέντων τὲ καὶ πεπιστευκότων. τὸν ἰσότιμον ζῆλον καὶ τὸ τῆς πίστεως ὁμόδοξον αἰνίττεται, κἂν ἐκ τῆσδε μὲν τῆς φυλῆς πλείους, ἐξ ἑτέρας δὲ ἐλάττους ἐσώθησαν τε καὶ ἐπίστευσαν Χριστῷ, τῷ παρὰ Ἰουδαίων μὲν ἀτιμασθέντι; παρ' ἡμῶν δέ γε καὶ πάσης ὑπερκοσμίου κτίσεως προσκυνουμένῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν#556 Λόγος πέμπτοσ ταῦτα μὲν ἅπερ ὁ λόγος ἀφηγήσατο, δέδεικται τῷ θεσπεσίῳ εὐαγγελιστῇ περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐσφραγισμένων καὶ διὰ τοῦτο σωθέντων, εἶτα καὶ πεπιστευκότων. ἀλλ' ὅπως μηδὲν ἐλλιπὲς αὐτῷ θεωρηθείη, δείκνυσιν αὐτῷ ὁ χρηματισμὸς καὶ τὰς ἀπείρους τῶν ἐθνῶν μυριάδας, τὰς μετὰ ταῦτα τῇ πίστει προσδραμοῦσας, ἀμφί τε τὸν Κύριον οὔσας καὶ τῷ θείῳ παρεστώσας θρόνῳ. ἐπειδὴ γὰρ ὅσον οὔπω ἐν τῇ τῆς θεωρίας προαναφωνήσει ὁ Κύριος γράφεται 99 παραγινόμενος ἐν τῇ δευτέρᾳ παρουσίᾳ, οἱ δὲ ἅγιοι τηνικάδε ἁρπάζονται ἐν νεφέλαις εἰς ὑπάντησιν τοῦ Σωτῆρος, κατὰ τὸν θεῖον ἀπόστολον προηρπαγμένους αὐτοὺς ἡ ὀπτασία δείκνυσι καὶ τῆς ἀποκειμένης αὐτοῖς μακαριότητος τετυχηκότας. τί γὰρ τοῦ ἠξιῶσθαι μετὰ Χριστοῦ εἶναι καὶ τὸν θεῖον ἐποπτεύειν θρόνον μακαριώτερον; ὅρα δὲ τί φησι. μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς αὐτὸν ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτη ρία τῷ Θεῷ ἡμῶν, τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου. καὶ τῶν πρεσβυτέρων οἱ ἅγιοι ἑστήκασι κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων· καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θέῳ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων