28
σοφίᾳ πε ριγενόμενον, καὶ τὴν νηκτὴν καὶ ὑποβρύχιον φύσιν τοῖς σοῖς μηχανήμασιν εἴκειν ἠναγκασμένην, καὶ τῶν πεζῶν τὰ γένη τοῖς σοῖς νόμοις πειθόμενα. Μὴ τοίνυν δυσχεραίνῃς, ὡς πτερῶν ἐστερημένος· εἴληχας γὰρ σοφίαν ὑποχείριόν σοι τὴν ὑπόπτερον φύσιν ἐργα ζομένην. Ἔχεις δὲ καὶ νοῦν, πτηνῶν ἁπάντων, μᾶλ λον δὲ καὶ αὐτῶν τῶν ἀνέμων ὀξύτερον· ἔνθα γὰρ ἂν νεύσῃ, ἐκεῖσε παραχρῆμα γίνεται· καὶ ἐν τῷ σώ ματι καθειργμένος, καὶ τῇ γῇ προσδεδεμένος, οὐρανόν τε περιπολεῖ, καὶ τὰ ἐν οὐρανῷ κάλλη, καὶ τὸν οὐρανὸν ὑπερβαίνει, καὶ τὰ ὑπὲρ ἐκεῖνον φαντάζεται, καὶ τὴν οἰκουμένην περινοστεῖ, καὶ ἔθνεσι μυρίοις συγγίνε ται, καὶ τοῖς πόῤῥωθεν οὖσι τῶν φίλων προσδιαλέ γεται. Τί τοίνυν ἀλγύνει σε καὶ ἀνιᾷ τῶν ὁρωμένων πτερῶν ἡ στέρησις, τοιαῦτα πτερὰ νοητὰ κεκτημένον 83.633 οὕτω ῥᾳδίως τῶν ὑποπτέρων περιγινόμενα; Οὐ πτερωτὸν ἔχεις τὸ σῶμα, ἀλλὰ τοὺς ἀεροπόρους ὄρνιθας τῇ σοφίᾳ θηρεύεις· ταύτῃ συνεργῷ κεχρη μένος, ταῦρον ἰσχύϊ καὶ κέρασιν ὡπλισμένον ὑπὸ ζυγὸν ἄγεις, καὶ δουλεύειν ἀναγκάζεις, καὶ πόνοις διηνεκέσιν ὑποβάλλεις, ἄρουραν τέμνειν, ἅμαξαν σύρειν, τὰ τοῖς ἀχθοφοροῦσι τῶν κτηνῶν ἀδύνατα μεταφέρειν, οἰκοδόμοις μετακομίζειν τὰς ὕλας. Καὶ σὺ μὲν κελεύεις, ὁ δὲ τὸν ζυγὸν ὑπέρχεται, καὶ τῆς ζεύγλης ἀνέχεται, καὶ τῆς τῶν κεράτων ἐπιλανθάνε ται χρείας, καὶ τὴν σὴν δειμαίνει φωνὴν, καὶ τῆς ἰσχύος τὸ διάφορον οὐκ ἐπίσταται, ἀλλὰ τῷ λίαν ἀσθενεστέρῳ ζώῳ δουλεύειν ἀνέχεται. Τοσοῦτον ῥώμης σωμάτων ἀμείνων ὁ λόγος. Οὗτος καὶ ὄνον καὶ ἡμίονον καὶ κάμηλον ἀχθοφορεῖν κελεύει, καὶ κάθηται μὲν ἐπιτρεπόμενον τῶν εἰρημένων ἕκα στον, ἀνίσταται δὲ κελευόμενον καὶ τοῖς φορτίοις βαρυνόμενον· καὶ ταῖς μακραῖς ὁδοιπορίαις τρυχό μενον, ἀνέχεται τῶν ἀλγυνόντων, καὶ τοῖς βαρύνουσι πείθεται, καὶ προσφερόμενον μὲν δέχεται τὸν χιλὸν, λιμῷ δὲ πιεζόμενον, οὐ καταβοᾷ τῶν κεκτημένων. Τίς γὰρ ὁ τῆς δουλείας ὅρος, παρὰ τῆς φύσεως ἔμαθε. ∆ιὰ τοῦτο καὶ μόνη τῶν κηδεμόνων ἡ φωνὴ καὶ τὰ λίαν ἰσχυρὰ τῶν ζώων δεδίττεται. Σὺ δὲ τοῦ τῆς κτίσεως ἁπάσης ∆εσπότου καταφρονεῖς, καὶ λαμβάνων ἐκ τῆς τῶν ἀλόγων εἰκόνος ἀφορμὴν ὠφε λείας, οὐδὲ θέλεις ὑποτάττεσθαι τῷ Κυρίῳ, καὶ ἱκε τεύειν αὐτὸν, οὐδὲ φέρεις εὐτάκτως τῆς ἀρετῆς τὰ φορτία (ταῦτα γάρ σοι ὁ ∆εσπότης ἐπέθηκεν)· ἀλλὰ σκιρτᾷς, καὶ τυραννεῖς, καὶ φεύγεις τὸν ζυγὸν ὡς ἀπειρόζυγος μόσχος, καὶ οὐκ ἀνέχῃ τῶν χαλινῶν, ἀλλὰ τούτους ἀποῤῥηγνὺς, δραπετεύεις καὶ φέρῃ κατὰ κρημνῶν, καὶ τὸν ἔμφυτον ἡνίοχον κατασύρεις. Ὅσοι δὲ τὴν καλὴν ταύτην δουλείαν ἠγάπησαν, καὶ τῷ δεσποτικῷ θερμῶς καὶ γενναίως ἐτρώθησαν ἔρωτι, πολλὴν καὶ ἀπὸ τῶν ἀλόγων εἵλκυσαν τὴν ὠφέλειαν. ∆ιὸ καὶ ἐν Ψαλμοῖς δι' ἑνὸς βοῶσιν ἅπαν τες· «Κτηνώδης ἐγενόμην παρὰ σοὶ, κἀγὼ διὰ παντὸς μετὰ σοῦ.» Τῷ γὰρ κτήνει παραπλησίως ἡγουμένῳ σοι, φησὶν, ἕπομαι, οὐ πολυπραγμονῶν εἰς ποίαν ἄγεις ὁδὸν, οὐδὲ περιεργαζόμενος ταύτης τὸ βραχὺ καὶ μακρὸν καὶ ἐπίπονον, οὐδὲ δυ σχεραίνω ταύτης τὸ στενὸν καὶ πρόσαντες καὶ ἀμ φίκρημνον. Πέπεικα γὰρ ἐμαυτὸν, ὡς ἀγαθὸς ὢν, ἀγαθῶς ὁδηγήσεις. Τούτου χάριν ἐν τοῖς ἄλλοις ἅπα σιν ἐξεταστικός τίς εἰμι καὶ λογικὸς, καὶ κρίνειν τὸ δέον ἐπίσταμαι, καὶ φεύγειν τὸ λυποῦν οἶδα σα φῶς· σοῦ δὲ ἄγοντος, ἐῤῥῶσθαι φράσας ἐκείνῳ τῷ λογικῷ, τοῦ κτήνους μιμοῦμαι τὸ εὐπειθὲς, καὶ τοῖς ἄλλοις ὢν λογικὸς, κτηνώδης γίνομαι παρὰ σοί. ∆ιὰ τοῦτο τῆς σῆς οὐ χωρίζομαι συνουσίας, ἀλλὰ δια παντός εἰμι μετὰ σοῦ· ἐπειδὴ τοῖς σοῖς ἴχνεσιν ἕπο μαι, καὶ τῷ χαλινῷ πείθομαι, καὶ ὡς ἂν ἄγῃς ἄγο 83.636 μαι, ἢν διὰ λείας, ἢν διὰ τραχείας, ἢν διὰ στενῆς, ἢν διὰ πλατείας με ξεναγῇς. Θαῤῥῶ γάρ σου τῇ σο φίᾳ, πιστεύω τῇ ἀγαθότητι. Οἶδα γὰρ τῷ ὄντι τοῦτο καλόν τε καὶ ἀγαθὸν, ὅπερ ἂν αὐτὸς ἐθελήσῃς. Το σαύτην οἱ κερδαίνειν εἰδότες καὶ ἐκ τῆς ἀλόγου φύ σεως ἔχουσιν ὠφέλειαν. Ὁρῶν καὶ σὺ τοιγαροῦν πειθόμενά σοι τῶν ἀλόγων τὰ γένη, πείθου τῷ