29
«οὐδὲν πείσομαι ἐγὼ οἷον σύ, ἀλλ' ἐπιμενῶ τὸν δεσπότην ἐπιγινώσκων. σὺ μὲν γὰρ σχετλιάζεις, 71 ἐγὼ δὲ ἐπιμενῶ τὸν θεὸν ἐπικαλῶν καὶ οὐκ ἀπελπίζων. οἶδε γὰρ ἀεὶ πρὸς τὸ ἐναντίον τὰ πράγματα μεταστρέφειν. ἐν κακοῖς εἰμι, ἀλλὰ δύναταί με ποιῆσαι καὶ ἐν ἀγαθοῖς εἶναι, ὡσπεροῦν ἐξ ἐκείνων εἰς τοῦτο ἤγαγεν.» κύριον δέ, φησίν, τὸν παντοκράτορα, τουτέστιν· πάντων, καὶ καιρῶν καὶ τόπων καὶ πραγμάτων, κρατοῦντα. εἶτα διηγεῖται περὶ τῆς δυνάμεως αὐτοῦ τῆς ἐφ' ἑκάτερα καὶ λέγει πρῶτον κατὰ γένος, εἶτα ἰδικῶς· 5,9a τὸν ποιοῦντα τὰ μεγάλα καὶ ἀνεξιχνίαστα, 9b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, 5,10a τὸν διδόντα ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς, 10b τὸν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν. ὃ πρῶτον τῆς εὐεργεσίας αὐτοῦ τεκμήριον καὶ τῆς ζωῆς ἡμῶν συνεκτικὸν καὶ μεταβολῆς καιροῦ δηλωτικόν. 5,11a τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος 11b καὶ ἀπολωλότας ἐξεγείροντα ἐν σωτηρίᾳ. τοῦτο καὶ ἐπὶ τοῦ κατὰ μέρος τὸ μὲν δῆλον, τὸ δὲ ἄδηλον. ἀλλὰ τοῦτο οἰκειότερον τὸ παράδειγμα· 5,12a τὸν διαλλάσσοντα βουλὰς πανούργων, 12b καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές. τουτέστιν· μεταβάλλοντα, μεταλλάττοντα τῶν πανούργων τὰς βουλὰς τῶν μὴ ποιούντων τι ἀληθές. καὶ τοῦτο τῆς τοῦ θεοῦ δυνάμεως καὶ οἰκονομίας ἔργον δύνασθαι καταλαμβάνειν πανουργίαν καὶ ποιεῖν ἀνόνητον. ὥσπερ γὰρ τὸ σωμάτων ἰσχυρῶν περιγενέσθαι οὕτω καὶ ψυχῆς δολερᾶς ἔργον θεοῦ. 5,13a ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει αὐτῶν. τουτέστιν· περιγινόμενος, κρατῶν. 72 5,13b βουλὰς δὲ πολυπλόκων ἐξέστησεν. ἀντὶ τοῦ· ἀκύρους ἐποίησεν. ταῦτα πρὸς τοῦτον αἰνίττεται ὡς καυχώμενον καὶ φιλοτιμούμενον. εἶτα λέγει, οἵοις περιβάλλει κακοῖς· 5,14a ἐν ἡμέρᾳ αὐτοῖς, φησίν, συναντήσεται σκότος, 14b τὸ δὲ μεσημβρινὸν ψηλαφήσειαν ἴσα νυκτί. 5,15a ἀπόλοιντο δὲ ἐν πολέμῳ. καὶ ὅτι τὰ ἐναντία ποιεῖ ἐπὶ τῶν ἀδυνάτων· 5,15b ἀδύνατος δέ, φησίν, ἐξέλθοι ἐκ χειρὸς δυνάστου, 5,16a καὶ εἴη ἀδυνάτῳ ἐλπίς, 16b καὶ ἀδίκου στόμα ἐμφραχθείη. ταῦτα ποιεῖ ὁ θεός, ἵνα καὶ ὁ ἀδύνατος ἐλπίζῃ τὰ χρηστὰ καὶ ἐκεῖνος μὴ ἐπαίρηται. ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ἐπικάλεσαι, εἴ τίς σοι ὑπακούσεται, ἵνα μὴ νομίσῃ ἀπρονόητα εἶναι διὰ τὸ μὴ ἀκούεσθαι, «οὐχί», φησίν, «ἀλλὰ καίτοι μὴ ὁρώμενος πολλὰ ποιεῖ ὁ θεὸς πράγματα», καὶ πολύς ἐστι τὸν ὑπὲρ αὐτοῦ λόγον κινῶν ὥστε τοῦτον βαλεῖν. εἰ γὰρ ἔθος αὐτῷ τοὺς ἀδυνάτους ἐπαίρειν εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦν, τοὺς δὲ δολεροὺς ἐλέγχειν, ὅρα τὸ συναγόμενον. εἶτα, ἵνα μὴ ποιήσῃ φορτικὸν τὸν λόγον καὶ πάνυ αὐτοῦ καθάψηται, φησίν, ὅτι «οὐχ οὗτος ὁ τρόπος τῆς τιμωρίας, μόνον τὸ πονηροὺς εἶναι τοὺς κολαζομένους, ἀλλ' ἔστιν ὅπου καὶ ἐπὶ χρησίμῳ γίνεται τῶν παιδευομένων». μᾶλλον δὲ οὐ τοῦτό φησιν, ἀλλ' ὅτι «κἂν παμπόνηροι ὦσιν, ὠφελοῦνται οἱ κολαζόμενοι». 5,17a μακάριος δὲ ἄνθρωπος, φησίν, ὃν ἤλεγξεν κύριος ἐπὶ τῆς γῆς, 17b νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. διὰ τοῦτο καὶ συγγνώμης ἔτυχον οἱ φίλοι, εἰ καὶ τὰ πλείονα ἔλεγον ἀπὸ τοῦ σκοποῦ, ὅτι καὶ ἀνέμιξαν τοιαῦτά τινα. 73 εἶτα λέγει τὴν ἰσχὺν τὴν ἐπὶ τὰ ἐναντία, ὅτι καὶ διὰ τῆς τιμωρίας ὠφελεῖ καὶ πάλιν μεταβάλλει τὴν ἀλγηδόνα, ἐπειδὰν τὸ αὐτῆς ἐργάσηται. ἵνα γὰρ μὴ λέγῃ τις· «εἰ καὶ ὠφέλιμον τὸ φάρμακον, ἀλλὰ πικρόν, καὶ οὐ δύναμαι φέρειν», διὰ τοῦτό φησιν· «ἀλλ' οὐ διηνεκές ἐστιν· ἐπειδὰν τὸ ἑαυτοῦ ποιῇ, ἀφαιρεῖται αὐτό. μὴ γὰρ ἀφίησί σε ἑτέρου δεηθῆναι ἰατροῦ· ἐννόησον, ὅτι αὐτός ἐστιν ὁ θεραπεύων. εἰ δὲ αὐτός ἐστιν ὁ θεραπεύων, δῆλον, ὅτι καὶ νῦν θεραπεύων ἀλγεῖν ποιεῖ.» 5,18a αὐτὸς γάρ, φησίν, ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν, 18b πατάξει, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσονται. εἰ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ καὶ πρὸς τὰ ἐναντία μετάγων καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλ' ἀπὸ τῆς αὐτῆς. 5,19a ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, 19b ἐν δὲ τῷ ἑβδόμῳ οὐχ ἅψεταί σου κακόν. τουτέστιν· οὐκ ἀεὶ τὰ αὐτὰ ποιεῖ, ἀλλ' ἐν μὲν πρώτοις ἀφίησι πεῖραν λαβεῖν, μετὰ δὲ ταῦτα οὐδὲ πεῖραν. 5,20a ἐν λιμῷ ῥύσεται ἐκ θανάτου, 20b καὶ ἐν πολέμῳ ἐκ χειρὸς