1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

30

τοὺς πολλοὺς τούτους κύνας ἰδικῶς ἕνα λέγει κύνα. ὁ ῥυσθεὶς ἀπὸ τῶν 43 καθέκαστα ἀνθρώπων ἐπιβουλεύειν βουλομένων ἀπὸ ἀνθρώπου ἐρύσθη. χεῖρα δὲ τοῦ κυνὸς λέγει τὴν πρᾶξιν αὐτοῦ. "καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ἀγγαίου". ἐπὶ τῶν φαύλων δὲ εἴρηται· "ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου". ἐκ χειρὸς οὖν, ἐκ τῆς πράξεως τῶν κυνῶν τῶν κυκλωσάντων με, κατὰ τὸ εἶδος κυνὸς ἑνὸς ὄντων, ῥῦσαι τὴν ψυχήν μου. λέγονταί τινες εἶναι μονότροποι· "ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ". καὶ δυνατὸν μὲν λεχθῆναι ὅτι πάντες οὗτοι οἱ κατοικιζόμενοι ἕνα τρόπον ἔχουσιν καὶ ταύτῃ μονότροποι εἴρηνται, ὡς τό· "τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατήρτισθε". δυνατὸν δὲ καὶ οὕτως· ὁ ἔχων γνώμην μὴ μεταβάλλουσαν, τρόπον μὴ ἐξ ἑτέρου ἕτερον γινόμενον, μονότροπός ἐστιν· οὐ γὰρ ἀλλοιοῦται κατὰ τὸν ἄφρονα ὁ σοφός, ἀλλὰ ἐκλάμπει ὡς ὁ ἥλιος. ὁ ἥλιος δὲ οὐκ ἔχει μεταβολὰς φωτισμῶν. μονογενὴς οὖν ἐστιν αὐτῷ αὕτη ἡ ψυχή. εἶπον ὅτι καὶ ἄλλαι οἰκειωμέναι αὐτῷ διὰ ἀρετῆς γίνονται ψυχαί. οὐκ ἔχουσιν δὲ τὸ στάσιμον, τὸ βέβαιον. μόνη αὕτη ἁμαρτίαν μὴ ποιήσασα μηδὲ γνοῦσα μονογενής ἐστιν. πολλὰς ἔχει ψυχάς· ταύτην δὲ μονογενῆ ἔχει· ἄτρεπτος γάρ ἐστιν. ἄτρεπτον δὲ λέγω οὕτω· μὴ τρεπομένην· τὸ γὰρ ἄτρεπτον ἀπολελυμένως λ̣εγόμενον τὸ ἀμετάβλητον δηλοῖ. ὅταν δὲ λέγω ὅτι ὁ δίκαιος οὐ τρέπεται πρὸς ἀδικίαν, λέγω δίκαιο̣ν̣ ἄτρεπτον εἶναι ἐν ὅσῳ τὴν δικαιοσύνην ἔχει· τὸ μὲν γὰρ ἄτρεπτον οὐ τρέπεται. οὐ πάντως δὲ τ̣ο`̣ μὴ τρεπόμενον ἄτρεπτόν ἐστιν. μονογενὴς οὖν αὐτῷ ἐστιν αὕτη ἡ ψυχὴ παρὰ τὰς ἄλλας ὅτι μόνη ἔχει τὸ ἀεὶ συνεῖναι αὐτῷ. οὐ χωρίζει αὐτὴν οὐ λογισμός, οὐκ ἐνθύμημα, οὐ ταραχή· κἂν γὰρ τ̣αραχθῇ, μέχρι προπαθείας ἵσταται ἡ ταραχή· τοῦτο γὰρ διὰ τοῦ "νῦν" ἐδηλώθη, ὅτι οὐ τὸν κατὰ πλάτος χρόνον σημαίνει διὰ τοῦ "νῦν", ἀλλὰ τὸ σημειῶδες, τὸ μὴ ὂν χρόνον. πᾶς χρόνος τὰς τρεῖς ἔχει δ̣ι̣αστάσεις. τὸ δὲ "νῦν" τοῦτο οὐκ ἔχει· πέρας γάρ ἐστιν χρόνου. "ἤρξατο θαμβεῖσθαι καὶ ἀδημονεῖν". μέχρι τοῦ ἄρξασθαι μὴ ἀντὶ ἀνανδρίας δύναται λαβεῖν προπάθειαν· φύσεως γὰρ ἔλεγχός ἐστιν ἡ προπάθεια, οὐ ποιότης φαῦλον ἢ σπουδαῖον ποιοῦσα, εἰ μὴ προσλάβοι τὰ ἑξῆς ὥστε μηκέτι εἶναι προπάθειαν. πολλάκις ἡμῖν διεστάλη ταῦτα ὅτι τέσσερά ἐστιν· ἡ προπάθεια μόνη ἀπολύει ἐνκλήματος, οὐχ ὑποβάλλει ἐνκλήματι· τὸ πάθος δὲ μετρίῳ ἐνκλήματι· ἡ δὲ διάθεσις κακία ἐστὶν λοιπόν· πολλῷ πλέον καὶ ἡ πρᾶξις προσλημφθεῖσα. 22 σῶσόν με ἐκ στόματος λέοντος. ἐνταῦθα δύναται καὶ τὸν διάβολον "λέοντα" λέγειν· καὶ γὰρ ἐπέθετο ἐν τῷ καιρῷ τοῦ πάθους. ἀμέλει γοῦν ὅτε ἐν τῇ τεσσερακονθημέρῳ τοῦ πειρασμοῦ εἴρηται ὅτι· "ἀπέστη ὁ διάβολος ἀπ' αὐτοῦ", πρόσκειται ἐν τῷ εὐαγγελίῳ· "ἄχρι καιροῦ". τότε πάλιν ἐλήλυθεν ὅτε τὸ πάθος. καὶ ἐπεὶ ἔλεγον τὰς ἐπιβουλὰς ὁτὲ μὲν αὐτῷ τῷ ἀνθρώπῳ τοῦ σωτῆρος προσάγεσθαι ὁτὲ δὲ τοῖς αὐτοῦ, ὅταν ὁ Πέτρος λέγῃ ἢ ὁ σωτὴρ λέγῃ τῷ Πέτρῳ· "ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο 44 ἡμᾶς", τρόπον τινὰ κατὰ τοῦ σωτῆρος ὁρμ̣ῶν τὰ μέλη αὐτοῦ ἤθελεν καταφαγεῖν. λέγει γοῦν ὅτι· "σῶσόν με ἐκ στόματος τοῦ λέοντος". δύναται δ̣ὲ καὶ τὸν λαὸν ἐκεῖνον "λέοντα" καλεῖν· "ἐγενήθη" γὰρ "ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ". μὴ τ̣αῦτα πάθοιμι ἃ ἐκεῖνοι βούλονταί με διαθεῖναι. ταῦτα δὲ λέγει διὰ τὸ πᾶσαν λογικὴν οὐσίαν, κἂν τελεία ᾖ, χρῄζειν τῆς παρὰ θεοῦ συμμαχίας. "σῶσόν με ἐκ στόματος λέοντος". καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου δύναται λέγειν ἐνταῦθα λέοντα τὸ πλῆθος τῶν Ἰουδαίων, τὸν τοῦ Ἰσραὴλ λαόν· εἶπεν γὰρ ἐν Ἰηρεμίᾳ· "ἐνκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ". λαὸν ὄντα αὐτοὺς ἐν παραδείσῳ ἔθηκα, ἔνθα καρποφορία πολλή. ὅτε δὲ εἰς ἀγριότητα μεταβεβλήκασιν, τότε λοιπὸν ἐν ἀκάρποις ξύλοις φωλ̣ε̣υ´̣ουσιν-ὁ γὰρ δρυμὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τόπος ἀκάρπων ξύλων-. λοιπὸν οὖν ἐκεῖ λοχ̣ῶσιν. καὶ ἡ κληρονομία μου, ἣν ἔσχον