1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

30

γὰρ εἰς τὸ θυσιαστήριον ἐπαγγέλλεται νέος γενόμενος. ἀλλὰ τῷ Ἑβραίῳ τοῦτο οὐκ ἔστιν. οὐ γὰρ δέχεται τῷ μυστηρίῳ τῆς σωτηρίας διὰ τῆς ἄνωθεν γεννήσεως ἀνανεάσαι. Ἐν δὲ τῷ ἑβδομηκοστῷ τῆς ἐκκλησιαστικῆς ἐκδόσεως ἐπιγραφὴν ἐχούσης, Ὑπὲρ τῶν υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, παρὰ τοῖς Ἑβραίοις τοῦτο σεσίγηται. ἡ δὲ αἰτία σαφὴς ὅτι φανερωτέρας τῆς εἰς τὸν κύριον προφητείας ἐν τούτοις οὔσης ἡ ἀπιστία τῶν Ἰουδαίων κατηγορεῖται, ὡς δέξασθαι τὴν φανερὰν τοῦ μυστηρίου διδασκαλίαν μὴ δυνηθέντων. ὥσπερ γὰρ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες ἢ οἱ τῷ πάθει τῆς ὑδροφόβης περιπεσόντες, οὔτε τῆς ἀκτῖνος οὗτοι τὴν προσβολὴν οὔτε τοῦ ὕδατος ἐκεῖνοι τὴν ὄψιν τοῖς ὀφθαλμοῖς ὑποφέρουσιν, ἀλλὰ μεμυκόσι τοῖς βλεφάροις οἱ μὲν ἐμπαθεῖς τὰ ὄμματα τῆς ἀκτῖνος 5.96 χωρίζονται, οἱ δὲ ὑδροφοβοῦντες τῆς τοῦ ὕδατος ὄψεως. τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν Ἰουδαίων κακία διὰ τὸ μὴ θέλειν ὁμολογεῖν τὴν δόξαν τοῦ θείου κηρύγματος ἀπαράδεκ τον ποιεῖ διὰ τῆς σιωπῆς τὴν ἀλήθειαν. ἔξεστι δὲ καὶ δι' αὐτῆς τῆς ψαλμῳδίας ἐπιγνῶναι τὰ τῆς προφητείας αἰνίγματα. λέγει γὰρ ἐν τῷ ἑβδομηκοστῷ, ἐν ᾧ Περὶ τῶν πρώτων αἰχμαλωτισθέντων ἐστὶν ἡ ἐπιγραφή, ὡς ἐκ προσώπου τοῦ αἰχμαλώτου ὁ λόγος, ἄλλα τέ τινα πρέποντα τῇ τοῦ ἱκέτου φωνῇ καὶ ὅτι Ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, τούτοις τοῖς ὀνόμασι τὸν αἰχμαλωτίσαντα ἡμῶν τὴν ζωὴν ἐνδεικνύμενος. καὶ ἐν τοῖς ὑπολοίποις μετὰ πολλὰς τὰς παρακλητικὰς ἐκείνας φωνὰς τὴν ἐκ τῆς αἰχμαλωσίας γενομένην ἐπάνοδον διαση μαίνει τῷ λόγῳ· ἐν οἷς φησιν, ὅτι Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, ἐπλεόνασας ἐπ' ἐμὲ τὴν μεγαλωσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. τοῦτο δὲ σαφέστερον ἐκ τῆς τοῦ μεγάλου Παύλου διδασκαλίας νοήσωμεν, πῶς ἐκ τῶν ἀβύσσων ἀνάγεται ὁ τῷ βάρει τῆς ἁμαρτίας καθελκυσθεὶς εἰς τὴν ἄβυσσον διὰ τοῦ κατελθόντος δι' ἡμᾶς εἰς τὴν ἄβυσσον. περὶ οὗ φησιν· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ὅθεν γὰρ εἰσῆλθεν εἰς τὸν κόσμον ὁ θάνατος, ἐκεῖθεν πάλιν καὶ ἐξῳκίσθη· δι' ἀνθρώπου εἰσῆλθε, δι' ἀνθρώπου καὶ ἐξοικίζεται. ὁ πρῶτος ἄνθρωπος ἤνοιξε τῷ θανάτῳ τὴν εἴσοδον· διὰ τοῦ δευτέρου ἡ ζωὴ ἀντεισάγεται, ἧς ἡ εἴσοδος ἀφανισμὸν τοῦ θανάτου ἐργάζεται. διὰ τοῦτο ἐν τῇ ἀβύσσῳ τοῦ θανάτου 5.97 κατεχομένου τοῦ αἰχμαλώτου ὑπὸ τοῦ θανάτου, κατέβη διὰ τοῦ πάθους εἰς τὴν ἄβυσσον ταύτην, ἐφ' ᾧ τε συναγαγεῖν ἑαυτῷ πάλιν ἐπὶ τὰ ἄνω τὸν βύθιον. ταῦτα γὰρ δι' ἀκριβείας ἡ μεγάλη τοῦ ἀποστόλου φωνὴ διεσάφησεν, ἄλλα τε πολλὰ περὶ τούτων εἰπών φησι καὶ τοῦτο· Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιη θησόμεθα. διὰ τοῦτο τῆς ἐπιγραφῆς Ὑπὲρ τῶν πρώτων αἰχμαλωτισθέντων γίνεσθαι τὴν διὰ σαρκὸς οἰκονομίαν τοῦ κυρίου βοώσης, βύουσι τὴν ἀκοὴν Ἑβραῖοι καὶ τὴν ἐπιγραφὴν οὐ προσίενται. Οὕτως ἐν τῷ ἐνενηκοστῷ τὴν αὐτὴν εὑρήσεις αἰτίαν τοῦ μὴ παραδέχεσθαι τοὺς Ἑβραίους τὴν δηλωτικὴν τῆς τοῦ Χριστοῦ θεοφανείας ἐπιγραφήν. ἡμῖν μὲν γὰρ ὁ μνημονευθεὶς ψαλμὸς Αἶνός ἐστιν ᾠδῆς. πᾶς γὰρ αἶνος εἰς θεὸν τὴν ἀναφορὰν ἔχει. οἱ δὲ Ἑβραῖοι σιγῶσι τὸν αἶνον καὶ τοῖς αἰνοῦσι τὸν κύριον σιγᾶν ἐγκελεύονται. κωλύειν γοῦν ἐπι χειροῦσιν ἐν τῷ ἱερῷ τοὺς παῖδας αἰνεῖν ἐπὶ ταῖς εὐποιΐαις τὸν κύριον, καθὼς στηλιτεύει αὐτῶν τὴν ἀγνωμοσύνην τὸ εὐαγγέλιον. αὐτὰ δὲ τοῦ αἴνου τῆς ᾠδῆς ταύτης τὰ ῥήματα περιττὸν ἂν εἴη διὰ τῆς θεωρίας ἀποδεικνύειν πρὸς τὸν κύριον βλέποντα, γυμνότερον αὐτῆς τῆς λέξεως τῶν γεγραμ μένων τὴν τοιαύτην ἐμφαινούσης διάνοιαν. Ὁ δὲ μετὰ τὸν πρῶτον καὶ ἐνενηκοστὸν ἔχει τι πάλιν ἐν τῇ ἐπιγραφῇ φανερώτερον, οὗ χάριν φεύγει ὁ Ἰουδαΐζων τὴν τῆς ἐπιγραφῆς συγκατάθεσιν. φησὶν γὰρ ἡ λέξις οὕτως· Αἶνος ᾠδῆς τῷ ∆αβὶδ εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, ὅτε 5.98