1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

30

σιδήρου ῥύσεταί σε, 5,21a καὶ ἀπὸ μάστιγος γλώσσης κρύψει σε, 21b καὶ οὐ φοβηθήσῃ ἀπὸ κακῶν ἐπερχομένων. οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀλλὰ καὶ πάνυ μέγα. 5,21c ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν ἀγαθόν. οὐδὲν γὰρ γλώσσης χεῖρον· πάσης ἐπιβουλῆς καὶ συκοφαντίας, παντὸς ξίφους τοῦτο χαλεπώτερον καὶ ἀφορητότερον. 5,21d οὐ μὴ φοβηθῇς, φησίν,- οὐ μόνον «οὐδὲν πείσῃ», ἀλλ' «οὐδὲ φοβηθήσῃ», φησίν- 5,21d ἀπὸ ταλαιπωρίας, ὅτι ἐλεύσεται ταλαιπωρία. 22a ἀδίκων καὶ ἀνόμων καταγελάσῃ. 74 καὶ τοῦτο πολλῷ μεῖζον τὸ μὴ μόνον αὐτὸν εἶναι ἐν ἀσφαλείᾳ, ἀλλὰ καὶ ἑτέρων καταγελᾶν. «καὶ τί λέγω πρὸς ἀνθρώπους; οὐδὲ αὐτὰ τὰ θηρία ἔσται σοι φοβερά»· 5,22b ἀπὸ γὰρ θηρίων τῆς γῆς οὐ φοβηθήσῃ· 5,23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σου, 5,23aα καὶ γνώσῃ, ὅτι ἐν εἰρήνῃ τὸ σκήνωμά σου 23aβ καὶ ἐπισκοπὴ τῆς εὐπρεπείας σου, καὶ οὐ μὴ ἁμάρτῃς. 5,24a εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος. τουτέστιν· «καὶ ἡ οἰκία σου», φησίν, «πολλῆς ἀπολαύσεται τῆς εἰρήνης.» οὐδὲν γὰρ τούτου ἴσον τοῦ κατὰ τὴν οἰκίαν εἰρηνεύειν. τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων ταραχῆς τὰ ἔνδον γέμοντα. 5,24b ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. «οὐ μὴ πταίσῃ», φησίν, τουτέστιν· «οὐ μὴ δυσπραγήσῃ, οὐ μὴ πάθῃ τι δεινόν.» «εἶτα καὶ ἐπὶ τῶν ἐκγόνων ἡ εὐπραγία ἐκταθήσεται καὶ οὐδὲ ἄωρος ἥξει σοι θάνατος»· 5,25a καὶ γνώσῃ, φησίν, ὅτι πολὺ τὸ σπέρμα σου, 25b τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. 5, 26a ἀπελεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν αὐτοῦ θεριζόμενος 26b ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα. 5,27a ἰδοὺ ταῦτα, φησίν, οὕτως ἐξιχνιασάμην, 27b ταῦτα δέ ἐστιν, ἃ ἀκηκόαμεν. 27c σὺ δὲ γνῶθι σεαυτῷ, εἴ τι ἐποίησας. ὅρα, πῶς τὴν ὠφέλειαν τῶν εἰρημένων κατέστρεψεν ἅπασαν καὶ χαλεπὴν ἔδωκε τὴν πληγήν. πῶς καὶ τίνι τρόπῳ; δεικνύς, ὅτι οὐχὶ τῶν νουθετουμένων ἐστὶν οὐδὲ τῶν ἐχόντων ἐλπίδα. καὶ γὰρ ἃ εἴρηκεν δῆθεν ἐπὶ τοῦ προσώπου αὐτοῦ εἴληφεν, ἐπὶ δὲ τοῦ καθόλου τὸν λόγον ποιεῖται. «ταῦτα γάρ ἐστιν», φησίν, «ἃ εἴδομεν καὶ ἠκούσαμεν. εἰ δὲ ἐπὶ σοῦ οὐκ ἐξέβη, ἀλλ' ἐμμένεις τοῖς δεινοῖς, σόν ἐστιν εἰδέναι τὴν πονηρίαν τὴν σαυτοῦ.» 75

6,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ· 6,2a εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, 2b

τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν· 6,3a καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. ἔθος τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι μετὰ πολλῆς τῆς ἀκριβείας ἐπιθυμεῖν εἰδέναι τοὺς παρόντας τὸ μέγεθος τῶν κατειληφότων δεινῶν. τοῦτο δὴ οὗτος ὥσπερ ἐν τάξει εὐχῆς φησιν. εἰ γάρ τις ἀντὶ τοῦ· "εἴθε γάρ". ἰδοὺ ὀργὴν ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ πολλαχοῦ τῆς γραφῆς τοῦτο εὑρήσομεν, οἷον ὡς ὅταν λέγῃ· ὁ παροξύνων βασιλεῖς, τουτέστιν· ὁ λυπῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόρρω τῶν ἐμῶν συμφορῶν ἑστηκότες μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας.» τοῦτο πρὸς ἐκεῖνο τὸ ῥῆμα, ὃ ἔλεγεν, ὅτι σὺ ἐνουθέτησας πολλούς, γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος, νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, σὺ δὲ ἐσπούδακας. «τί λέγεις· "σὺ ἐσπούδακας"; ἐβουλόμην γενέσθαι δήλην μου τὴν συμφοράν, καὶ ἔγνωτε ἄν, ὡς οὐδεὶς τοιαῦτα ἔπαθεν.» ἀλλ' ὅρα δυσπραγίαν· «ἀφ' ὧν ἔδει με συγγνώμης τυγχάνειν, ἀπὸ τῶν αὐτῶν πραγμάτων ἀσύγγνωστός εἰμι. τὸ μέγεθος τῆς συμφορᾶς οὐ μόνον οὐκ ἀπολογεῖται», φησίν, «ὑπὲρ ἐμοῦ οὐδὲ μόνον οὐκ ἀφίησί με ἐλεεινὸν φαίνεσθαι, ἀλλὰ καὶ αὐτό με καταδικάζει. ἀφ' ὧν ἐλεεῖσθαί με ἐχρῆν, ἀπὸ τούτων μισητός εἰμι καὶ κατάκριτος. ἀλλ' οὐ δύναμαι», φησίν, «ἐλέους τυχεῖν, ὅσα ἂν εἴπω· τεκμήριον γὰρ τοῦτο ποιεῖσθε ἀσεβείας.» πρὸς ὃ εἶπεν ἐκεῖνος· μνήσθητι, εἴ τινες ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθάπερ καὶ περὶ τοῦ μακαρίου Παύλου ἔλεγον οἱ βάρβαροι, ὅτι τοῦτον διαφυγόντα τὴν θάλασσαν ἡ δίκη ζῆν οὐκ 76 εἴασεν. οἱ γὰρ ἄνθρωποι καὶ μάλιστα ὁ δημώδης ὄχλος τὰ γενόμενα ἁπλῶς καὶ κατὰ τὸ τυχὸν κρίνων οὐκ ἀπὸ τῶν ἑκάστῳ πεπραγμένων φέρει τὰς