1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

30

Τοὺς ἐχθρούς σου προσέταξεν ὁ Θεὸς φιλεῖν· σὺ δὲ τὸν φιλοῦντά σε 48.1002 ἀποστρέφῃ Θεόν; τοὺς ἐπηρεάζοντας εὐφημεῖν, τοὺς λοιδοροῦντας εὐλογεῖν· σὺ δὲ τὸν εὐεργέτην καὶ προστάτην λέγεις κακῶς μηδὲν ἠδικημένος; Μὴ γὰρ οὐκ ἠδύνατο λῦσαι τὸν πειρασμόν; ἀλλὰ συνεχώρησεν, ἵνα γένῃ δοκιμώτερος. Ἀλλ' ἰδοὺ, φησὶ, καταπίπτω καὶ ἀπόλλυμαι. Οὐ παρὰ τὴν τοῦ πειρασμοῦ φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν σήν. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, βλασφημία ἢ εὐχαριστία; οὐχὶ τὸ μὲν καὶ τοὺς ἀκούοντας ἐχθρούς σοι καὶ πολεμίους καθίστησι, καὶ εἰς ἀθυμίαν ἐμβάλλει, μετὰ ταῦτα καὶ πολλὴν ἐργάζεται τὴν ὀδύνην· τὸ δὲ μυρίους σοι φέρει φιλοσοφίας στεφάνους, καὶ μυρία παρὰ πάντων θαύματα, καὶ μεγάλας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς; Τί τοίνυν τὸ ὠφελοῦν καὶ εὔκολον καὶ ἡδὺ ἀφεὶς, τὸ βλάπτον καὶ λυποῦν καὶ κατατῆκον ἀντ' ἐκείνου διώκεις; Ἄλλως δὲ, εἰ ἡ τοῦ πειρασμοῦ καὶ τῆς πενίας θλῖψις αἰτία τῶν βλασφημιῶν ἐγίνετο, πάντας ἔδει τοὺς ἐν πενίᾳ βλασφημεῖν· νυνὶ δὲ τῶν ἐν πενίᾳ ζώντων ἐσχάτῃ πολλοὶ διηνεκῶς εὐχαριστοῦσιν, ἕτεροι δὲ, ἀπολαύοντες πλούτου καὶ τρυφῆς, οὐ διαλιμπάνουσι βλασφημοῦντες· οὕτως οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ προαίρεσις ἡ ἡμετέρα καὶ τοῦτο κἀκεῖνο ἐργάζεται. ∆ιὰ γὰρ τοῦτο καὶ ταύτην ἀνέγνωμεν τὴν παραβολὴν, ἵνα μάθῃς ὅτι τὸν μὲν ῥᾳθυμοῦντα οὐδὲ ὁ πλοῦτος ὀνίνησι, τὸν προσέχοντα δὲ οὐδὲ ἡ πενία καταβλάψαι δύναται. Καὶ τί λέγω, πενία; κἂν ἅπαντα ὁμοῦ συνέλθῃ τὰ ἐν ἀνθρώποις κακὰ, τὴν τοῦ φιλοθέου καὶ φιλοσόφου ψυχὴν οὐδέποτε ἐλέγξει, οὐδ' ἀποστῆναι πείσει τῆς ἀρετῆς (καὶ τούτων μάρτυς ὁ Λάζαρος)· ὥσπερ οὖν τὸν χαῦνον καὶ διαλελυμένον οὐ πλοῦτος, οὐχ ὑγίεια, οὐ διηνεκὴς εὐημερία, οὐκ ἄλλο οὐδὲν ὠφελῆσαι δυνήσεταί ποτε. ηʹ. Μὴ τοίνυν λέγωμεν ὅτι πενία καὶ νόσος καὶ κινδύνων ἐπαγωγαὶ βλασφημεῖν ἀναγκάζουσιν. Οὐ πενία, ἀλλὰ ἄνοια· οὐ νόσος, ἀλλὰ καταφρόνησις· οὐ κινδύνων ἐπαγωγαὶ, ἀλλ' εὐλαβείας ἐρημία, καὶ εἰς βλασφημίαν καὶ εἰς πᾶσαν ἄγει κακίαν τοὺς μὴ προσέχοντας. Ἀλλὰ τίνος ἕνεκεν, φησὶν, οἱ μὲν ἐνταῦθα κολάζονται, οἱ δὲ ἐκεῖ, καὶ οὐκ ἐνταῦθα πάντες; Τίνος ἕνεκεν; ὅτι εἰ τοῦτο ἦν, πάντες ἂν ἀπωλόμεθα· πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις. Πάλιν εἰ μηδεὶς ἐνταῦθα ἐκολάζετο, ῥᾳθυμότεροι οἱ πλείους ἐγένοντο, καὶ πολλοὶ ἂν εἶπον μὴ εἶναι πρόνοιαν. Εἰ γὰρ νῦν ὁρῶντες τῶν πονηρῶν πολλοὺς κολαζομένους, πολλὰ τοιαῦτα βλασφημοῦσιν, εἰ μηδὲ τοῦτο ἦν, τί οὐκ ἂν εἶπον; ποῦ δὲ οὐκ ἂν ἦλθον κακίας; ∆ιὰ τοῦτο ὁ Θεὸς τοὺς μὲν ἐνταῦθα κολάζει, τοὺς δὲ οὐ κολάζει· κολάζει μὲν γάρ τινας, τὴν κακίαν αὐτῶν ἐκκόπτων, καὶ κουφοτέραν τὴν ἐκεῖ ποιῶν τιμωρίαν, ἢ καὶ τέλεον ἀπαλλάττων αὐτοὺς, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας σωφρονεστέρους ποιῶν τῇ τούτων τιμωρίᾳ τοὺς δὲ οὐ κολάζει πάλιν, ἵνα ἂν μὲν προσέχωσιν ἑαυτοῖς, μετανοήσαντες καὶ τὴν τοῦ Θεοῦ μακροθυμίαν αἰδεσθέντες, καὶ τῆς ἐνταῦθα κολάσεως ἀπαλλαγῶσι καὶ τῆς ἐκεῖ τιμωρίας· ἂν δὲ ἐπιμείνωσιν, μηδὲν 48.1003 ἀπὸ τῆς ἀνεξικακίας ὠφελούμενοι τοῦ Θεοῦ, μείζονα ὑποστῶσι τὴν τιμωρίαν διὰ τὴν ἄγαν αὐτῶν καταφρόνησιν. Εἰ δὲ λέγοι τις τῶν εὖ εἰδότων ὅτι οἱ κολαζόμενοι ἐπηρεάζονται (ἠδύναντο γὰρ μετανοῆσαι), ἐκεῖνο ἂν εἴποιμεν, ὅτι εἰ προῄδει μετανοήσοντας αὐτοὺς ὁ Θεὸς, οὐκ ἂν ἐκόλασεν. Εἰ γὰρ οὓς οἶδεν ἀδιορθώτους μένοντας, ὅμως ἀφίησι, πολλῷ μᾶλλον οὓς ᾔδει κερδανοῦντας ἀπὸ τῆς αὐτοῦ μακροθυμίας εἴασεν ἂν ἐν τῇ παρούσῃ ζωῇ, ὥστε ἀπολαῦσαι τῆς προθεσμίας εἰς μετάνοιαν. Νυνὶ δὲ προαναρπάζων αὐτοὺς, κἀκείνοις κουφοτέραν τὴν ἐκεῖ δίκην καθίστησι, καὶ τούτους σωφρονεστέρους ταῖς ἐκείνων τιμωρίαις κατεργάζεται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπὶ πάντων τοῦτο ποιεῖ τῶν πονηρῶν; Ἵνα τῷ φόβῳ καὶ ταῖς ἑτέρων τιμωρίαις μένοντες σωφρονέστεροι γένωνται, καὶ τὴν μακροθυμίαν ἐπαινέσαντες τοῦ Θεοῦ καὶ τὴν ἐπιείκειαν αἰδεσθέντες, τῆς πονηρίας ἀποστῶσιν. Ἀλλ' οὐδὲν τούτων ποιοῦσι, φησίν. Ἀλλ' οὐχ ὁ Θεὸς αἴτιος λοιπὸν, ἀλλ' ἡ ἐκείνων ῥᾳθυμία μὴ βουληθέντων τοσούτοις φαρμάκοις εἰς τὴν οἰκείαν ἀποχρήσασθαι