1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

30

θωπεία. Καὶ, εἰ βούλεσθε, πάντων τούτων ὑμῖν τὰ ὑποδείγματα παρέξω. ∆οκεῖ γάρ πως παρυφεστάναι τὰ ἐναντία, ὥσπερ τῷ σίτῳ τὰ ζιζάνια, καὶ τῷ ῥόδῳ αἱ ἄκανθαι. Ἀλλὰ παῖδες μὲν εὐκόλως ἂν ἀπατηθεῖεν, οἱ δὲ ὄντως ἄνδρες, τῆς πνευματικῆς ὄντες γεωργίας ἔμπειροι ἴσασι τὰ ὄντως ἀγαθὰ ἀποκρίνειν τῶν κακῶν. Φέρε οὖν, ὑμῖν τὰ ὑποδείγματα αὐτῶν ἀπὸ τῶν Γραφῶν παραστήσωμεν. Τί ποτέ ἐστι κολακεία, καὶ ἀνελευθερία, καὶ θωπεία; Ὁ Σιβᾶ τὸν ∆αυῒδ ἐκολάκευε παρὰ καιρὸν, καὶ τὸν δεσπότην διέβαλε τὸν ἑαυτοῦ· μᾶλλον δὲ ὁ Ἀχιτόφελ τὸν Ἀβεσσαλώμ. Ἀλλ' οὐχ ὁ ∆αυῒδτοιοῦτος, ἀλλὰ ταπεινόφρων. Κόλακες γάρ εἰσιν οἱ ὕπουλοι· οἷον, ὡς ὅταν λέγωσιν οἱ μάγοι, Βασιλεῦ, ζῆθι εἰς τοὺς αἰῶνας. Καὶ ἐπὶ τοῦ Παύλου ἐν ταῖς Πράξεσι πολλὰ τοιαῦτα εὑρήσομεν, ὅταν Ἰουδαίοις διαλέγηται, οὐ κολακεύων, ἀλλὰ ταπεινοφρονῶν· οἶδε γὰρ καὶ παῤῥησιάζεσθαι· ὡς ὅταν λέγῃ, Ἄνδρες ἀδελφοὶ, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ, ἢ τοῖς πατρῴοις ἔθεσι, δέσμιος ἐξ Ἱερουσαλὴμ παρ 62.217 εδόθην. Ὅτι γὰρ ταπεινοφροσύνης ἦν τὰ ῥήματα, ἄκουσον πῶς αὐτοῖς ἐπιτιμᾷ διὰ τῶν ἑξῆς οὕτω λέγων· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Εἶδες ἀνδρείαν; Ὅρα καὶ Ἰωάννου τοῦ Βαπτιστοῦ τὴν ἀνδρείαν, ᾗ πρὸς τὸν Ἡρώδην ἐχρήσατο λέγων· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Τοῦτο παῤῥησία, τοῦτο ἀνδρεία· ἀλλ' οὐκ ἐκεῖνο τὸ τοῦ Σεμεεὶ, ὅτε ἔλεγεν, Ἔξελθε, ὁ ἀνὴρ τῶν αἱμάτων· καίτοι κἀκεῖνος ἐπαῤῥησιάσατο. Ἀλλ' οὐκ ἔστι τοῦτο ἀνδρεία, ἀλλὰ θρασύτης καὶ ὕβρις καὶ γλῶττα ἀκόλαστος. Ὕβρισε καὶ Ἰεζάβελ τὸν Ἰηοῦ λέγουσα· Ὁ φονεὺτοῦ κυρίου αὐτοῦ· ἀλλὰ θρασύτης ἦν, οὐ παῤῥησία. Ὕβρισε καὶ ὁ Ἠλίας, ἀλλὰ παῤῥησία καὶ ἀνδρεία ἦν· Οὐκ ἐγὼ γὰρ διαστρέφω τὸν λαὸν, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἐπαῤῥησιάσατο πάλιν πρὸς ὁλόκληρον δῆμον ὁ Ἠλίας, λέγων· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Τοῦτο παῤῥησία καὶ ἀνδρεία, τὸ καθάψασθαι· τοῦτο καὶ οἱ προφῆται ἐποίουν· ἀλλ' ἐκεῖνο θρασύτητος ἦν. Θέλεις ἰδεῖν καὶ ταπεινοφροσύνης καὶ ἐλευθερίας ῥήματα; ἄκουε Παύλου λέγοντος· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τοῦτο φρονήματος Χριστιανῷ πρέποντος. Καὶ πάλιν, Τολμᾷ τις ὑμῶν πρὸς τὸν ἕτερον πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Βούλει κολακείαν ἰδεῖν τῶν ἀνοήτων Ἰουδαίων; ἄκουε λεγόντων, Ἡμεῖς οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Βούλει 62.218 ταπεινοφροσύνην ἰδεῖν; ἄκουε πάλιν τοῦ Παύλου λέγοντος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Βούλει καὶ κολακείαν ἰδεῖν, καὶ θρασύτητα; θρασύτητα μὲν τὴν τοῦ Νάβαλ, κολακείαν δὲ τὴν τῶν Ζιφαίων; καὶ πῶς ὁ μὲν ὠνείδιζεν, οἱ δὲ προδεδώκασι τῇ γνώμῃ τὸν ∆αυΐδ; Βούλει φιλοσοφίαν, καὶ οὐ κολακείαν ἰδεῖν τὴν τοῦ ∆αυΐδ; πῶς εἷλε τὸν Σαοὺλ, καὶ ἐφείσατο; Βούλει κολακείαν ἰδεῖν τῶν ἀποκτεινάντων τὸν Μεμφιβοσθὲ, οὓς καὶ ἀνεῖλεν ὁ ∆αυΐδ; Ἁπλῶς δὲ, καὶ ὡς ἐν ὑποτυπώσει, ἐν κεφαλαίῳ εἰπεῖν, θρασύτης μέν ἐστιν, ὅταν τις ὀργίζηται καὶ ὑβρίζῃ ἐπὶ μηδενὶ προσήκοντι, ἢ ἑαυτὸν ἐκδικῶν, ἢ ἀδίκως πως θρασυνόμενος· παῤῥησία δὲ καὶ ἀνδρεία, ὅταν κινδύνων καὶ θανάτων κατατολμᾷ, καὶ φιλίας καὶ ἀπεχθείας ὑπερορᾷ ὑπὲρ τῶν δοκούντων τῷ Θεῷ. Πάλιν κολακεία μέν ἐστι καὶ ἀνελευθερία, ὅταν τις θεραπεύῃ τινὰς ἐπὶ μηδενὶ τῶν δεόντων, ἀλλὰ θηρώμενός τι τῶν βιωτικῶν· ταπεινοφροσύνη δὲ, ὅταν τις ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων τοῦτο ποιῇ, καὶ, ὥστε ἀνύσαι τι μέγα καὶ θαυμαστὸν, ἀπὸ τοῦ ἀξιώματος καταβῇ τοῦ ἑαυτοῦ. Ἂν ταῦτα εἰδῶμεν, μακάριοί ἐσμεν, ἐὰν ποιῶμεν αὐτά. Οὐ γὰρ ἀρκεῖ τὸ εἰδέναι· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησὶν, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου