1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

30

εἱστήκεισαν· καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες. ἴσως τις τῶν λίαν περιεσκεμμένων ἐπισκώψειεν ἂν τοῖς εἰρημένοις, καὶ πρὸς ἐμὲ τάδε εἴποι· τί ποιεῖς, ὦ οὗτος; ἐπιλέλησαι μᾶλλον τῶν ἐν τοῖς προοιμίοις τῆς παρούσης ἀποκαλύψεως εἰρημένων; εἴρηται γὰρ καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμοῦ, λέγων ἀνάβα ὧδε, καὶ δείξω σοὶ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· σὺ δὲ ἡμῖν οὐκ ἐσομένων, γεγενημένων δὲ πραγμάτων ἐξηγητὴς ἐγένου, τὸν τοκετὸν τοῦ Κυρίου διηγούμενος, τὸν πειρασμόν, τὰς διδασκαλίας καὶ τὰς θεοσημείας, τὰ ῥαπίσματα καὶ τὰ δεσμὰ καὶ τὰς παρὰ τῷ Πιλάτῳ πληγάς, τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον ἤτοι ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν· μάλιστα μὲν ἤκουσας, ὦ φίλος, καί τινα τῶν γενησομένων, ὅταν τοὺς ἐξ ἐθνῶν δικαίους σὺν τῷ Ἰσραὴλ ἀμφὶ τὸν θεῖον ὄντας ἐξηγούμεθα θρόνον, καὶ σὺν τῷ Κυρίῳ ὑπάρχοντας· ἀκούσῃ δὲ καὶ νῦν ἐν τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος. ὁ γὰρ εἰπὼν τῷ εὐαγγελιστῇ χρηματισμὸς ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, οὐκ ἀνεῖλε τὸ ἰδεῖν τι αὐτὸν καὶ τῶν πρόσθεν 103 γεγονότων, ἀλλὰ μετ' ἐκείνων καὶ τὰ ἐσόμενα ὑπέδειξεν. ἄκουε τοίνυν. ἡ τῆς ἑβδόμης σφραγῖδος λύσις τελεωτάτην ἡμῖν τὴν δόξαν εἰργάσατο· οὐκ ἔτι γὰρ ὡς πρότερον ἁμαρτιῶν λύσις καὶ ἐπιστροφὴ πρὸς Θεὸν καὶ Θεοῦ πρὸς ἡμᾶς, ἀλλὰ τὰ ἀμύθητα ἀγαθά· τὸ υἱοὺς χρηματίσαι Θεοῦ, κληρονόμους Θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ, ἀδελφοὺς καὶ φίλους καὶ τέκνα Χριστοῦ, καὶ συμβασιλεύειν αὐτῷ καὶ συνδοξάζεσθαι, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε· καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνῆλθεν ἀγαθά. τίς δὲ ἡ τῆς ἑβδόμης σφραγῖδος λύσις; ἡ δευτέρα τοῦ Κυρίου παρουσία καὶ ἡ ἀντίδοσις τῶν ἀγαθῶν. εἰ γὰρ καί τινες κολάσει παραδίδονται τῶν ἡμαρτηκότων, ἀλλ' ὅ γε σκοπὸς τοῦ Χριστοῦ καὶ ἡ τῆς ἐνανθρωπήσεως ὑπόθεσις τὸ πάντας κληρονόμους τῆς αὐτοῦ γενέσθαι βασιλείας. λυθείσης τοιγαροῦν τῆς ἑβδόμης σφραγῖδος, ἐγένετό φησιν σιγὴ ὡς ἡμιώριον ὡς ἥξοντος δὴ τοῦ βασιλέως τῆς κτίσεως, καὶ πάσης ἀγγελικῆς καὶ ὑπερκοσμίου δυνάμεως καταπεπλημένης τῇ ὑπερβολῇ τῆς δόξης τοῦ παραγινομένου, καὶ διὰ τοῦτο σιωπησάσης. εἶτα καὶ ἐδόθησάν φησιν ἑπτὰ σάλπιγγες τοῖς ἑπτὰ ἀγγέλοις ἵνα σαλπίσωσιν ὡς βασιλέως ἐφισταμένου. ταῖς δὲ αὐταῖς σάλπιγξι καὶ διυπνίζειν ἔμελλον τοὺς νεκρούς· καὶ γὰρ ὁ σοφὸς τὰ θεῖα ἀπόστολος Θεσσαλονικεῦσι γράφων, φησὶν ἐν τῇ πρώτῃ ἐπιστολῇ ὅτι αὐτὸς Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται· καὶ πάλιν· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. καὶ ἄγγελος ἦλθέ φησι καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον 104 ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δῷ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιασ τήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ἐν ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ. καὶ ἔλαβεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός. καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι. λιβανωτὸν μέν φησι τὸ θυσιαστήριον, ὡς δεκτικὸν λιβάνου. ἐπιφανέντος δέ γε Χριστοῦ, ὥσπερ τι πρωτόλειον καὶ ἀπαρχὴ τιμία προσάγονται αὐτῷ παρὰ τῶν προστατούντων ἡμῶν ἀγγέλων αἱ τῶν ἁγίων προσευχαί, αἳ φύσει μέν εἰσιν εὐώδεις, εὐωδέστεραι δὲ γίνονται τῇ συνεργίᾳ τῶν ἁγίων ἀγγέλων. διὸ εἴρηται ὅτι ἐδόθη αὐτῷ θυμιάματα πολλά. ἐδόθη δὲ ἀπὸ Θεοῦ δηλονότι τὸ προστατεῖν τῶν ἀνθρώπων τοῖς ἀγγέλοις, καὶ εὐπροσδέκτους αὐτῶν ποιεῖν τὰς εὐχάς. οἱ δὲ λάβοντες διδόασι ταῖς προσευχαῖς τῶν ἁγίων τὸ εὐῶδες. καὶ ἀνέβη φησὶν ὁ καπνὸς τῶν θυμιαμάτων ἐν ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου. ὁρᾶς ὅτι παρὰ τοῦ ἀγγέλου ὑπῆρξε τὸ εὐωδεστέρας τὰς εὐχὰς τῶν ἁγίων γενέσθαι ἐνώπιον τοῦ Θεοῦ; εἶτα εἴληφέ φησιν ὁ θεσ 105 πέσιος ἄγγελος, καὶ ἐγέμισε τὸ θυμιατήριον τοῦ θείου πυρὸς καὶ ἔβαλεν εἰς