1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

30

ἀλλὰ σῶον φυ λάττει τῷ πέμψαντι, καὶ ἀλογίᾳ δουλεύων, γνωρίζει τὴν δεσποτείαν, καὶ οὐκ ἀνέχεται συνδιανείμασθαι τῷ κεκτημένῳ τὸ θήραμα. Εἰ δὲ καὶ μεῖζον εὕροι θηρίον, καὶ τὴν οἰκείαν ὑπερβαῖνον ἰσχὺν, οἷον σύαγρον, ἢ ἄρκτον, ἤ τι τῶν τοιούτων, φυλάττεται μὲν τῶν χαυλιοδόντων τὴν προσβολὴν, μάχεται δὲ καρτερῶς· κατὰ δὲ τῶν νώτων συνεχῶς μεταβαίνων, πειρᾶται κατέχειν σὺν ἀσφαλείᾳ τὸ θήραμα, καὶ τῇ σφοδρᾷ διαμάχῃ φεύγειν οὐκ ἐᾷ· τῇ γὰρ συνεχεῖ προσβολῇ μεταστρέφεσθαι συνεχῶς τὸ θηρίον ἀναγκά ζων, μένειν κατὰ χώραν ποιεῖ, καὶ τὸν θηρευτὴν ἀναμένειν. Εἶτα ἐκεῖνος ἐπελθὼν, τοῖς ἀπὸ τῆς τέ χνης ὅπλοις συνεργοῖς κεχρημένος, εὐπετῶς μάλα καὶ ῥᾳδίως λαμβάνει τὴν θήραν. Καὶ μή μοί τις τῶν εὐκόλων εἰς ἀντιλογίας, τοὺς λυττῶντας κύνας ἐνταῦθ' εἰς μέσον ἀγαγέτω, καὶ τοὺς λακτίζοντας ὄνους, καὶ τὰς δακνούσας καμήλους, καὶ τοὺς κερατίζοντας ταύρους· ὀλίγα γὰρ ἐκ πολλῶν τούτοις περιπίπτει τοῖς πάθεσι, καὶ λίαν ἀναγκαίως· γνωρίζεις γὰρ διὰ τούτου, ὡς οὐκ αὐτόματός σοι ἡ τούτων ὑπόκειται φύσις, ἀλλὰ τοῖς τοῦ Ποιητοῦ νεύμασι πειθομένη. Καὶ μαρτυρεῖ τὰ τῆς σῆς ἡγεμονίας ἀφηνιῶντα, κάμηλος δάκνουσα, καὶ ταῦρος κερατῶν, καὶ 83.640 ὅσα τοιαῦτα. Πάντα γὰρ ἂν ὁμοίως τὴν σὴν διέφυγε δεσποτείαν, εἰ μὴ ὁ θεῖος ἐκώλυε νόμος. Ὥστε ἡ τούτων ἀταξία εὐταξίας σοι γίνεται πρόξενος, καὶ τὰ τούτων σκιρτήματα, τὰ σὰ παύει σκιρτήματα, καὶ τυραννούμενος ὑπὸ τούτων, μανθάνεις μὴ τυ ραννεῖν, ἀλλὰ τὸν ∆εσπότην γνωρίζειν. Τούτου χάριν καὶ θῆρας ἀγρίους, καὶ ἑρπετῶν ὁ Ποιητὴς ἐδημιούργησε γένη, ὅπως σου τὸ νεανικὸν καὶ θρασὺ παιδαγωγήσῃ πρὸς ἀρετὴν, καὶ τῷ φόβῳ τῶν θηρίων, εἰς χρείαν σε καταστήσῃ τῆς θείας ἐπι κουρίας. Τὸ γὰρ τούτων δέος ἐπικείμενον, καὶ νύττον σε διηνεκῶς, καὶ κεντοῦν, εἰς προσευχὴν διεγείρει, καὶ καλεῖν εἰς συμμαχίαν τὸν ἐπίκουρον ἀναγκάζει. Αἰτεῖν δὲ τὴν ἐπικουρίαν ὑπὸ τῆς χρείας κελευόμε νος, θεραπεύειν σπουδάζεις τὸν ἐπαμῦναι δυνάμενον· προσεδρεύειν ἀναγκάζῃ, ἵνα τῶν ἐπιβούλων διαφύ γῃς τὴν λώβην. Ἀνανεύεις γὰρ, καὶ ζητεῖς τὸν κηδεμόνα, τῶν λυπούντων τὴν ἀπαλλαγὴν ἐπιποθῶν. Καὶ γίνεταί σοι οὗτος ὁ φόβος ποδηγὸς πρὸς Θεόν. Ἵνα δὲ μὴ διηνεκῶς τῷ δέει τούτῳ βαλλόμενος, λυ πηρὰν βιώσῃς ζωὴν, πόῤῥω σου ταῦτα κατῴκισε. Τῶν μὲν γὰρ ἰοβόλων τὴν φύσιν χηραμοῖς τισιν ἐγκατέκρυψε, καὶ ταῖς ὑπὸ γῆν καταδύσεσιν ἐνδιαι τᾶσθαι πεποίηκεν, οὐκ ἐπιτρέψας αὐτοῖς ἀδεῶς κατὰ τῶν ἀνθρώπων χωρεῖν, ἀλλὰ κρύπτεσθαι μὲν ἀεὶ, φαίνεσθαι δὲ ὀλιγάκις κελεύσας, καὶ φαινόμενα φεύ γειν τῶν ἀνθρώπων τὴν θέαν, καθάπερ τινῶν δεσπο τῶν, νομοθετήσας, λωβᾶσθαι δὲ μάλα ὀλίγους καὶ ὀλιγάκις, οὐκ ἄρχοντα μάχης, ἀλλ' ἀμυνόμενα. Οὐδὲ γὰρ ἂν ἐδείσαμεν, εἰ παντελῶς ἀπείραστος αὐτῶν ἡ ἡμετέρα φύσις μεμενήκει. Τῶν δὲ τετραπόδων θη ρίων τὰ γένη λόχμας οἰκεῖν, καὶ ῥαχίας, καὶ χώ ρους ἀντρώδεις, καὶ παντελῶς ἀνθρώπων ἐρήμους, ὁ τοῦ παντὸς προσέταξε κηδεμών· εἰς νομὴν δὲ αὐτοῖς καιρὸν ἀπένειμε τὴν νύκτα. «Ἔθου γὰρ, φησὶ, σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσε ται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυό μενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξελεύ σεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.» Εἶτα θαυμάσας τὴν θείαν οἰκονομίαν ὁ Προφήτης βοᾷ· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας.» Ὅτι δὲ μετὰ τὴν τῆς ἁμαρτίας παρείσδυσιν, καὶ ταῦτα τὴν τῶν ἀνθρώπων ἠρνήσαντο δεσποτείαν, πάλαι δὲ ὑπέκειτο, καὶ τὴν δουλείαν ἠπίστατο, μαρ τυρεῖ μὲν Ἀδὰμ ὁ γενεάρχης, ἅπασι τὰς προσηγο 83.641 ρίας θέμενος, καὶ μήτε δείσας, μὴτε φυγὼν, μήτε βλάβην τινὰ παρὰ τούτων δεξάμενος. Μαρτυρεῖ δὲ καὶ ὁ δεύτερος τῶν ἀνθρώπων φύλαρχος, ὁ παντὸς τοῦ γένους σπινθὴρ, ὁ μακάριος Νῶε, οὐ μόνον τῶν ἡμέρων ζώων, ἀλλὰ καὶ τῶν λίαν