1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

31

ἵνα λαὸς ᾖν καὶ μερὶς κυρίου, εἰς τοσοῦτον ἐξηγριώθη κ̣α̣τ' ἐμοῦ ὡς λέοντι παραβληθῆναι, οὐδὲ λέοντι τιθασευθέντι-πολλάκις γὰρ εἰς ἀνθρώπων τόπους ἐρχόμενοι οἱ λέοντες τιθασεύοντ̣α̣ι-, ἀλλὰ ὡς ἐν δρυμῷ, ὡς ἄγριος θήρ. δύναται δὲ καὶ περὶ τοῦ διαβόλου λελέχθαι· εἴπομεν γὰρ καὶ τοῦτο, ὅτι μετὰ τὸν πειρασμὸν τὸν ἐν τῇ ἐρήμῳ εἴρηται ὅτι· "ἀπέστη ἄχρι καιροῦ". 22καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. ἰσχυρὸν λέγει ζῷον τὸν μονοκέρωτα. οὐχ ὑπόκειται ἀν θρώπῳ, οὐ τιθασεύεται̣ ὑπὸ ἀνθρώπου. "ἀπὸ κεράτων" οὖν μονοκερώτων τὴν ταπείνωσίν μου", ταπείνωσιν ἑαυτοῦ λέγων τὸν σταυρὸν καὶ τὸν θάνατον. "ἑαυτὸν ἐταπείνωσεν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ". τὴν ταπείνωσίν μου οὖν τότε ἀπὸ τῶν μονοκερώτων τούτων ῥύῃ-πονηροὶ δὲ καὶ οὗτοί εἰσίν τινες ἐχθροί-, τότε, ὅταν ἀναστῶ ἐκ νεκρῶν· "παρέστησαν" μὲν γὰρ "οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό", ἵνα περιβάλωσιν αὐτὸν θανάτῳ. τότε δὲ ῥύεται θεὸς αὐτὸν ἀπὸ τῆς ταπεινώσεως εαὐτοῦ· ἀνίσταται ἐκ νεκρῶν. ταῦτα δὲ πάντα περὶ τοῦ ἀνθρώπου λέλεκται. ἀμέλει γοῦν ἐπήγαγεν εὐθύς· 23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. "ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· καὶ πάλιν· ἰδοὺ ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτόν, ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκεν ὁ θεός". καὶ ἔτι· "ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι". οὐ κατὰ μόνον τὸ σῶμα, ἀλλὰ κατὰ πάντα. κατὰ τη`̣ν θεότητα ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ἀδελφὸν οὐκ ἔχει· εἰ γὰρ εἶχεν ἀδελφόν, οὐκ ἦν μονογενη´̣ς̣. ἀντίκειται δὲ τὸ ἔχειν ἀδελφοὺς τῷ μονογενῆ τινα εἶναι. ὁ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. ὁ ἔχων ἀδελφοὺς οὔκ ἐστιν μονογενής. "ἀδελφοὺς" λέγει τοὺς ἀποστόλους καὶ πάντας τοὺς ἐκ περιτομῆς πιστεύσαντας αὐτῷ· πολλοὶ γὰρ ἐπίστευσαν ἐκ τῶν Ἰουδαίων. καὶ οἱ δώδεκα καὶ οἱ ἑβδομήκοντα ἀπ' αὐτῶν ἦ45 σαν. κατὰ σάρκα οὖν ἀδελφοὶ αὐτοῦ ἐκεῖνοι ἐτύγχανον. γίνονται δὲ αὐτοῦ πάλιν ἀδελφοὶ κατὰ πνεῦμα οἱ τὸ τῆς "υἱοθεσίας πνεῦμα" ἀπολαμβάνοντες· εἰ γὰρ "ὁ ποιῶν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται" καὶ "ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἐκ τοῦ θεοῦ γεγέννηται", εἰσὶν υἱοὶ θεοῦ τινες. ο̣ὗτ̣οι δὲ ἀδελφοὶ πάλιν οὐ μονογενοῦς, οὐ κατὰ τὴν θεότητά εἰσιν, ἀλλὰ κατὰ τὸν ἐνανθρω̣πήσαντα. ὁ ἀπόστολος οὖν ταύτῃ συνχρησάμενος τῇ λέξει ἐπὶ τοῦ ἀνθρώπου αὐτὴν ἔλαβεν· "δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν"· οὐδὲν γὰρ ἀφῆκεν τῶν ἐξ ὧν συνπληροῦται ὁ ἄνθρωπος ἔχειν. ἐπεὶ εἰ μὴ πάντα ἔχει, οὔκ ἐστιν ἄνθρωπος. εἶπον πολλάκις ὅτι εἰσὶν μικτά τινα, οἷον τὸ ὑδρόμ̣ελι. ἐὰν ἀφαιρεθῇ τοῦ ὕδατος, ἢ μόνον μέλι ἐστὶν ἤ, κἂν μετ' ἄλλου μιγῇ, οὔκ ἐστιν ὑδρόμελι. εἰ οὖν ἔχοι σῶμα μόνον, οὐ κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη· ἄλογος γάρ ἐστιν ἡ ὀρεκτικὴ ψυχή. ἡ χωρὶς νοῦ ψυχὴ ἄλογός ἐστιν οὐδὲ ὑφισταμένη τὴν ἀρχήν, εἰ μὴ ἐν τῇ συνθέσει· συνφθείρονται γὰρ αἱ ὀρεκτικαὶ ψυχαὶ τοῖς σώμασιν ὧν εἰσιν ψυχαί. "κατὰ πάντα" οὖν "τοῖς ἀδελφοῖς ὡμοιώθη", οὐ κατά τι̣, κατά τι δὲ οὔ. λέγει ὁ ἀπόστολος πάλιν· "εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, οὓς προέγνω καὶ προώρισεν συνμόρφους". ὁρᾷς ὅτι ἐπὶ κτήσεως ἔσχεν τὸ εἶναι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ὅτε ἐνηνθρώπησεν, ὅτε τὸν ἐκ τῶν ἀδελφῶν ἀνέλαβεν ἄνθρωπον. πρωτότοκον δὲ ἐνταῦθα ἐὰν λέγῃ, τιμιώτερον λέ γει. οὕτω δὲ καὶ "ἐκκλησία πρωτοτόκων" ὀνομάζεται. οὐχ οἷόν τέ ἐστιν π̣α´̣ντας πρωτοτόκους εἶναι, τιμίους δὲ πάντας εἶναι, δυνατόν. διὰ τοῦτο καὶ ὁ Ἰακὼβ ἀπῄτ̣ησεν τὰ πρωτοτόκια τὸν Ἠσαῦ, τὴν τιμὴν τοῦ πρωτοτόκου. πρωτότοκος οὖν ἐστιν ἐν πολλοῖς ἀδελφοῖς, ὡς καὶ "πρωτότοκος ἐκ τῶν νεκρῶν". παντὸς νεκροῦ πρῶτός ἐστιν· αὐτοῦ γὰρ ἀναστάντος δεδύνηταί τις ἄλλος ἀναστῆν̣αι. λέγει οὖν ἀπαγγέλλειν τὸ ὄνομα τοῦ πατρός, τουτέστιν φανεροῖν αὐτό. ὅταν δὲ γνῶσιν τὸν πατέρα καὶ τὸ ὄνομα τοῦ πατρὸς γνῶσιν, τότε συνεισαγομένην ἔχουσιν καὶ τὴν γνῶσιν τοῦ υἱοῦ·