31
ψήφους, ἀλλ' ἀπὸ τῶν τιμωριῶν καὶ τῶν κολάσεων. ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνος· τίς γὰρ βροτὸς καθαρὸς ἐνώπιον κυρίου;, διὰ τοῦτό φησιν· «οὐ δύναμαι ἀντιφθέγξασθαι οὐδὲ εἰπεῖν, ὅτι τοσαῦτα καὶ τοιαῦτα πέπονθα οὐδὲν ἁμαρτών. ἀντιφθέγγεται γάρ μοι τὰ τῶν τιμωριῶν· ἐπεὶ ἠδυνάμην ἐλέγξαι», φησίν, «τὸν ἰσχυρόν;»-τουτέστιν· ἀντειπεῖν. 6,3b ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστι φαῦλα· 6,4a βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, 4b ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. 4c ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. τί ποτε τοῦτό ἐστιν; «οὐχὶ ταύτῃ μόνον», φησίν, «κεντοῦσιν, τῷ ἐμπεπηγέναι τῇ σαρκί, ἀλλὰ καὶ τῷ τὴν ψῆφον μου ἀφαιρεῖσθαι τὴν δικαίαν. ἵνα τί ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με καὶ τὸ ἐναντίον δοκεῖ λέγειν, ὅτι «ὅταν κεντῶσί με, τότε λαλῶ»; σχεδὸν ἀπολογεῖται ὑπὲρ τῶν προτέρων, ὑπὲρ ὧν ἐπηράσατο τὴν ἡμέραν. «οὐ γάρ», φησίν, «ἀπὸ πονηρίας οὐδὲ εἰκῇ οὐδὲ ἁπλῶς ταῦτα φθέγγομαι, ἀλλ' ὑπὸ τῆς ὀδύνης κεντούμενος. τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος ὡς εἰκῇ βούλεσθαι θρηνεῖν;»-διὰ τὸ λέγειν αὐτόν· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. καθάπερ ἐκεῖνοι τὰ ἄλογα παρήγαγον λέγοντες· σθένος λέοντος, οὕτω καὶ οὗτος· 6,5a τί γάρ; μὴ διὰ κενῆς κεκράξεται, φησίν, ὄνος ἄγριος ἀλλ' ἢ τὰ σῖτα ζητῶν; 5b εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων βρώματα; καλῶς προσέθηκεν· ἐπὶ φάτνης· ἀλλαχοῦ γὰρ βοᾷ. καὶ πάλιν· 6,6a εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός, 6b εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; 77 «ὥσπερ», φησίν, «οὐκ ἂν ἕλοιτο βοῆσαι εἰκῇ ὄνος οὐδὲ βοῦς ἐπὶ φάτνης, καὶ ὥσπερ οὐκ ἄν τις ἕλοιτο φαγεῖν ἄρτον ἄνευ ἁλὸς οὐδὲ προσέχειν ῥήμασι κενοῖς»-ἐκεῖνα τὰ μάλιστα ἀδύνατα τέθεικεν-, «οὕτως οὐδ' ἂν αὐτὸς ἑλοίμην», φησίν, «τοιαῦτα θρηνεῖν οὐκ οὔσης ἀνάγκης τῆς κεντούσης. ὥσπερ γὰρ ἀηδὲς ἄρτον ἄνευ ἁλὸς φαγεῖν, οὕτω καὶ ἐμοὶ ἀηδὲς θρηνεῖν καὶ ὀδύρεσθαι καὶ ῥήματα περιττὰ φθέγγεσθαι. τίς γὰρ ἂν ἕλοιτο ἁπλῶς ὀδύρεσθαι;» ἀπὸ τοῦ πορρωτέρου ἐπὶ τὸ ἐγγύτερον ἐλήλυθεν, ἀπὸ τοῦ ὄνου ἐπὶ τὸν ἄρτον. «ποία γὰρ ἡδονὴ ἐν ῥήμασι κενοῖς;» γεῦμα ἡδονή ἐστιν. εἰ δέ τι ῥῆμα ἀληθινόν, φησίν, ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων συνήντησέ σοι. διὰ τοῦτό φησιν· ἀλλ' ὡς ἔοικε, τὰ ῥήματά μού ἐστι φαῦλα. 6,7a οὐ δύναται γάρ μου παύσασθαι ἡ ψυχή. διὰ τί; 6,7b βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. οὐκ ἤρκει τὸ ἕλκος οὐδὲ ὁ ἰχώρ, ἀλλὰ καὶ ἑτέρα τιμωρία. ἀπὸ τῆς νόσου καὶ τὴν αἴσθησιν ἅπασαν ἐβλάβη, ὥστε αὐτῷ καὶ αὐτὴν τὴν τροφὴν τιμωρίαν γενέσθαι. ἡ δυσωδία τῆς σηπεδόνος τὸ κριτήριον ἀφεῖλε τῶν αἰσθήσεων. τί ταύτης τῆς τιμωρίας χαλεπώτερον γένοιτο; οὐχ ὕπνος ἀνέπαυεν, οὐ τροφὴ ἔτρεφεν. ὥσπερ ὀσμὴ λέοντος, φησίν. δυσῶδες γὰρ τοῦτο τὸ θηρίον μεθ' ὑπερβολῆς. ἐπειδὴ γὰρ ἔχει τὴν ἀπὸ τῆς φύσεως πλεονεξίαν, ἑτέρως αὐτὸ τῶν ἄλλων ἐποίησε φαυλότερον ὁ θεός. 6,8a εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις 8b καὶ τὴν ἐλπίδα μου δώῃ ὁ κύριος. 6,9a ἀρξάμενος ὁ κύριος τρω78 σάτω με, 9b εἰς τέλος δὲ μή με ἀνελέτω. 6,10a εἴη δὲ πόλις μου τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. «μία λύσις τούτων ἐστίν», φησίν, «τῶν δεινῶν θάνατος καὶ ἀνάπαυσις.» τί ἐστιν· ἡλλόμην; «γαῦρος ἤμην», φησίν, «καὶ πεποιθώς.» 6,10a οὐ μὴ φείσωμαι· 10b οὐ γὰρ ἐψευσάμην ἐν ῥήμασιν ἁγίου θεοῦ μου. «οὐ μὴ φείσωμαι τῆς πρὸς ὑμᾶς ἀντιλογίας», φησίν· «οὐ γὰρ σύνοιδα ἐμαυτῷ τοιοῦτον οὐδέν, οἷον ὑμεῖς λέγετε. ἀλλ' οὐ λέγω τοῦτο, ἀλλ' ὅτι μείζονα τῆς οἰκείας», φησίν, «φύσεως μεμαστίγωμαι· ὑπὲρ γὰρ δύναμιν θνητῶν σωμάτων τῶν βασάνων τὸ μέγεθος.» σὺ δέ μοι παρατήρει πανταχοῦ, πῶς καὶ τοσαύτην ἀνάγκην ὁρῶν οὐδαμοῦ πρὸς τὴν τῶν κατορθωμάτων αὐτοῦ διήγησιν ἐξελθεῖν ἠνέσχετο, ἀλλὰ κρύπτει τέως. καὶ τὰ μὲν ἁμαρτήματα μετὰ πολλῆς τῆς παρρησίας ἐπὶ συλλόγου καὶ λαμπροῦ θεάτρου πολλάκις ἐξεπόμπευεν, τὰ δὲ κατορθώματα καὶ τοσαύτην ἀνάγκην ὁρῶν σιγᾷ. οὐ γὰρ δὴ λέγει, ὅτι «δίκαιος ὢν τοιαῦτα πέπονθα», ἀλλ' ὅτι «οὐ δύναμαι ἐνεγκεῖν», ὥσπερ καὶ ὁ ∆αυὶδ ἔλεγεν· ἐλέησόν με, ὅτι ἀσθενής εἰμι. τοῦτο δὲ τὸ ῥῆμα τῶν οὐκ ἐχόντων ἐστὶ παρρησίαν ὥστε ἐπὶ τὴν ἀσθένειαν καταφεύγειν τῆς φύσεως. τὸ γὰρ