1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

31

τὴν γῆν· καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός. ἴσως τοῦ θείου τούτου πυρὸς ἔβαλέ τις τῶν ἀγγέλων ἐπὶ τὸ Σίναιον ὄρος, καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ σάλπιγγες καὶ ἀστραπαὶ καὶ τὸ ὄρος ἐκαπνίζετο ἐπιφοιτήσαντος τοῦ Θεοῦ. ὥσπερ οὖν τότε προῆλθον αἱ βρονταὶ καὶ τὰ δείματα, οὕτω καὶ νῦν τῆς ἐνδόξου τοῦ Κυρίου παρουσίας προεπεφοίτησε ταῦτα. εἶτα καὶ οἱ ἄγγελοι ἐσάλπισαν, τὴν παρουσίαν σημαίνοντες τοῦ Θεοῦ· καὶ γὰρ καὶ τότε αἱ σάλπιγγες ἤχουν μέγα. καὶ ὁ πρῶτος ἐσάλπισε· καὶ ἐγένετο χάλαζα καὶ πῦρ με μιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη. τῶν δικαίων τῆς μακαρίας ἀξιωθέντων λήξεως, καθὼς ἐν τῷ τέλει τῆς λύσεως τῆς ἕκτης εἴρηταί μοι σφραγῖδος, ἅτε καὶ προαρπαζομένων πρὸ τῆς τοῦ Κυρίου παρουσίας ἐν νεφέλαις, εἰς ἀέρα ἵνα ἐρχομένῳ τῷ Κυρίῳ ὑπαντήσωσι κατὰ τὴν ἐκεῖ παρατεθεῖσάν μοι τοῦ ἀποστόλου μαρτυρίαν, λοιπὸν ἐπεξέρχεται ἡ ὀπτασία τῷ τέλει τῶν λοιπῶν ἀνθρώπων, καὶ τῇ τῶν ἁμαρτωλῶν κολάσει. πανωλεθρίας δὲ γίνεσθαι μελλούσης, ἐπάναγκες καὶ διαφόρους ἔσεσθαι θανάτου τρόπους, καὶ τῆς τῶν ἀσεβῶν ἀντιδόσεως· ὧν αἱ πλείους διὰ πυρὸς παραχθήσονται, ἐν πυρὶ γὰρ μέλλειν ἀποκαλύπτεσθαι τὴν ἡμέραν ἐκείνην εἶπεν ὁ θεῖος ἀπόστολος Κορινθίοις γράφων τὴν πρώτην ἐπιστολήν. εἰ γὰρ πολλαὶ μοναὶ ἀνα 106 παύσεως ὡς ὁ Κύριός φησι, καὶ διάφοροι τόποι κολάσεων. αἱ δὲ αὐταὶ σάλπιγγες, αἱ τὸν θάνατον τοῖς ἐπὶ τῆς γῆς ἐπάγουσαι, αὗται καὶ τοὺς νεκροὺς μετὰ τοῦτο διεγείρουσι. τί οὖν φησι τοῦ πρώτου ἀγγέλου σαλπίσαντος χάλαζα καὶ πῦρ τὸ τρίτον κατακαῦσαι τῶν ἐν τῇ γῇ; τοῦτο καὶ αἰσθητῶς μὲν νομίζων τις ἔσεσθαι, οὐκ ἀποτεύξεται τοῦ ὀρθῶς ἔχοντος λόγου· καὶ τροπικῶς δὲ λογιζόμενος εἰρῆσθαι, οὐδὲν ἄτοπον ἐρεῖ, πῦρ λέγοντος τοῦ λόγου τὴν ἀνίαν καὶ τὴν κατὰ βάθους· ἀλγηδόνα τῶν ἁμαρτωλῶν, ὁρώντων τοὺς μὲν ἁγίους ἁρπασθέντας ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, αὑτοὺς δὲ μεμενηκότας ἐν τῇ γῇ ἀτίμους καὶ μηδενὸς ἠξιωμένους λόγου. δένδρα γὰρ καὶ χόρτον καιόμενον τοὺς ἁμαρτωλοὺς ὁ λόγος τροπολογεῖ διὰ τὴν ἄνοιαν, καὶ τῆς ψυχῆς τὸ ἀναίσθητον καὶ ξυλῶδες καὶ πρὸς καῦσιν ἐπιτήδιον. καὶ ὁ δεύτερός φησιν ἄγγελος ἐσάλπισε· καὶ ὡς ὄρος μεγὰ πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγέ νετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν. φησὶν ὁ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων· ὅτι τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπελπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. πότε δὲ ἐλευθερωθήσεται; ὅταν καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ ἔσηται, 107 ὡς ὁ Πέτρος ἡμᾶς εὐαγγελίζεται, τὴν δευτέραν αὐτοῦ γράφων ἐπιστολήν. τῆς δὲ γῆς ἀμειβομένης ἵνα ἐλευθερωθῇ τῆς φθορᾶς καὶ καινὴ γένηται, ἐπάναγκες καὶ τὴν θάλασσαν τοῦτο παθεῖν· ἐν τῇ γῇ γὰρ ἡ θάλασσα. πῶς δ' ἂν καθαρείη καὶ αὐτή, πλὴν εἰ μὴ διὰ καθαρσίου πυρός; διὸ πῦρ εἰς αὐτὴν πεσὸν μετεποίησεν αὐτὴν εἰς αἷμα, καὶ ἀπέκτεινε τὸ τρίτον τῶν ἐν αὐτῇ. τοῦτο μὲν ὡς πρὸς τὸ γράμμα καὶ τὸ αἰσθητόν, καὶ θάλασσαν δὲ ἂν νοήσῃς κατά τε ἀναγωγὴν καὶ τοὺς τῆς τροπῆς νόμους, τὸν παρόντα βίον διὰ τὸν ἐν αὐτῷ σάλον καὶ τὸν ποικίλον περισπασμόν· ἰχθύας δὲ καὶ πλοῖα, τοὺς ἐν ταῖς ἁλμυραῖς καὶ πικραῖς ἰλυσπωμένους ἁμαρτίαις ἀνθρώπους, οἳ ταῖς λύπαις κατατακήσονται ἐπὶ ἀνονήτοις μεταμελείαις τῶν βεβιωμένων. καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθα νον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν. ἡ Νεομμὶν ἡ πάλαι γενομένη διὰ τὰς πολλὰς ἐπὶ τοῖς τέκνοις καὶ ταῖς ἄλλαις συμφοραῖς ἀνίας, ἐπεκλήθη πικρά. δεῖγμα οὖν τῶν ἐξαισίων λοιπῶν ἡ πικρία· ἣν τὸ τηνικαῦτα πάθωμεν οἱ ἁμαρτωλοὶ ἐπὶ τῇ δόξῃ τῶν ἁγίων