31
ἀγριωτάτων νο μεὺς ἐν τῇ κιβωτῷ γενόμενος, καὶ ἐνιαυτὸν ὅλον καὶ ταῦτα κἀκεῖνα κατὰ ταυτὸ ποιμάνας, καὶ τὰ σαρκοφάγα ποηφαγεῖν ἀναγκάσας. Καὶ μαρτυρεῖ σῶος καὶ ἄρτιος φυλαχθεὶς ὁ τῶν καθαρῶν ἀρι θμός. Μαρτυρεῖ δὲ καὶ ὁ μέγας ∆ανιὴλ, λέουσι μὲν θοίνη παραδοθεὶς, καταπλήξας δὲ αὐτοὺς τῇ τῆς ἀρετῆς ἀστραπῇ, καὶ τῷ τῆς θείας εἰκόνος χαρα κτῆρι λίαν ἐκδειματώσας· ἐπειδὴ γὰρ εἶδον ἐν τῇ εἰκόνι τοῦ ἀρχετύπου τὸ μίμημα λίαν ἀκραιφνὲς καὶ πεφυλαγμένον, ὡμολόγησαν τὴν δουλείαν, καὶ τὴν θηριωδίαν ἀπέθεντο, καὶ τὸν Ἀδὰμ ἐκεῖνον ὁρᾷν ὑπελάμβανον, τὸν πρὸ τῆς ἁμαρτίας τὰς προσ ηγορίας ἐπιτιθέντα. Οὕτω τοῦ μακαρίου Παύ λου τῶν ξύλων τὸν φάκελον τροφὴν προσφέροντος τῇ πυρᾷ, καὶ τὸ τοῦ ἀέρος κρυμῶδες κεραννύντος τῇ τοῦ πυρὸς ἐπικουρίᾳ, ὁ τοῖς ξύλοις ἐγκεκρυμμένος ἔχις ἔφυγε μὲν τὸ πῦρ ὡς ὀλέθριον, ἥψατο δὲ τῆς ἀποστολικῆς χειρὸς, ὥσπερ ἀμυνόμενος ὑπὲρ ὧν ἔμελλε πείσεσθαι· οὐχ εὑρὼν δὲ τῆς ἁμαρτίας τὸ χαλαρὸν καὶ ὑπεῖκον, ἀλλὰ τῆς ἀρετῆς τὸ στεγανὸν ὅπλον καὶ ἀῤῥαγὲς, ἀπεπήδησε μὲν παραυτίκα, οἷόν τι βέλος κατ' ἀντιτύπων ἀκοντισθὲν, καὶ πρὸς τὸν ἀκοντίσαντα πάλιν ἐπανελθὸν, ἐχώρησε δὲ κάτω τῆς πυρᾶς, ὥσπερ δίκας τῆς τόλμης ἑαυτὸν εἰσπραττό μενος, ὅτι κατὰ δεσποτικῆς χειρὸς ἐχρήσατο τῷ θυμῷ. Τῶν θηρίων τοιγαροῦν τὰ γένη, ἱμάσι καὶ ῥάβδοις καὶ παιδαγωγικαῖς ἔοικε παιδείαις. Αὗται δὲ τοῖς μὲν ἤδη τελειωθεῖσι, καὶ τὴν παιδικὴν ὑπεξελθοῦσιν ἡλικίαν, λίαν εἰσὶν εὐκαταφρόνητοι· τοῖς δὲ νηπίοις ἔτι τὰς φρένας, ἄγαν εἰσὶν ἀναγκαῖαι καὶ χρήσιμοι. Καὶ καθάπερ δικαίῳ νόμος οὐ κεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις, καὶ τοῖς τοιούτοις· οὕτω καὶ τῶν θηρίων ἡ φύσις οἷόν τις παιδεία πρόκειται τοῖς ἀνθρώποις, τοὺς μὲν εὐκόλους πρὸς ἁμαρτίαν ἐκδειματοῦσα καὶ δεδιττο μένη, ὑπὸ δὲ τῶν τῆς ἀρετῆς τροφίμων, καθάπερ τις παιδιὰ καταφρονεῖται. Κἀντεῦθεν τοιγαροῦν τὴν τοῦ Θεοῦ κηδεμονίαν εὑρὼν, καὶ τὴν παντοδαπὴν αὐτοῦ προμήθειαν καταμαθὼν, παῦσαι μὲν, ὦ φίλος, συ κοφαντῶν, ὕμνοις δὲ τὸν εὐεργέτην ἀμείβου. Πῶς μὲν γὰρ οὐκ ἄτοπον, τὸν μὲν γραμματιστὴν ἐπαινεῖν, εἰς καιρὸν μαστιγοῦντα τοὺς παῖδας, καὶ τῇ ῥάβδῳ τὴν ῥᾳθυμίαν ἐξελαύνοντα, καὶ τῷ ἱμάντι παγίαν τῶν στοιχείων ἐντιθέντα τὴν μνήμην, καὶ ἰατρῷ δὲ χάριν ὁμολογεῖν, οὐ μόνον ὅταν σιτία καὶ ποτὰ προσ φέρῃ τῷ κάμνοντι, ἀλλ' ἡνίκα ἂν τέμνῃ καὶ καίῃ, καὶ πολεμῇ τῇ νόσῳ, καὶ τὴν ἐπὶ τὸ πρόσω φορὰν ἐπέχῃ· τὸν δὲ Θεὸν βλασφημεῖν, μετὰ πλείονος σοφίας 83.644 καὶ μείζονος ἐπιμελείας τῶν ψυχῶν προμηθούμενον, καὶ τῇ χορηγίᾳ τῶν ἀγαθῶν, καὶ τῷ δέει τῶν μαστί γων, τά τε στοιχεῖα τῆς ἀρετῆς ἐκπαιδεύοντα, καὶ τὴν νόσον τῆς κακίας πρόῤῥιζον ἀνασπῶντα, καὶ ἀκραιφνῆ τῆς ψυχῆς τὴν ὑγείαν πραγματευόμενον; «Παῦσον τοίνυν τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι βλασφημίαν. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.» Βλέπε τὴν περὶ σὲ κηδεμονίαν, καὶ τὸν προμηθούμενον ὕμνησον, ἵνα σου τὸ εὔγνωμον περὶ τὰς χάριτας θεασάμενος, καὶ νῦν ἐπικλύσῃ σε ταῖς εὐεργεσίαις, καὶ τῶν ἐπηγγελ μένων ἀγαθῶν ἀξιώσῃ· ὧν καὶ ἡμεῖς τύχοιμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ςʹ. Ὅτι καὶ πλοῦτος καὶ πενία τῷ βίῳ χρήσιμοι. Πολλάκις μὲν ἤδη μετὰ τοῦ Προφήτου τοῖς παρα νομοῦσιν εἶπον· «Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρ τάνουσι· Μὴ ὑψοῦτε κέρας, μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν,» ἀκυβέρνητον καταλιπεῖν αὐτὸν φάσκοντες ἣν πεποίη κε κτίσιν. Ἀλλὰ τοὺς λίαν ἀγνώμονας, οὔτε οὐ ρανοὶ πείθουσι διηγούμενοι, κατὰ τὸν Προφήτην, τὴν δόξαν