32
ταῦτα γὰρ συνεισάγει ἄλληλα. καὶ κατὰ ὕπαρξιν τὰ πρός τι λέγω καὶ κατὰ γνῶσιν. ἀδύνατόν ἐστιν τὸν εἰδότα θάτε̣ρ̣ον τῶν πρός τι τὸ λοιπὸν μὴ εἰδέναι. "καὶ ἀπὸ κεράτων μονοκερώτων". καλεῖται καὶ ῥινοκέρως. καὶ ἐν εἰκοστῷ ὀγδόῳ ψαλμῷ τοῦτο, τό· "καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων". τοῦτο τὸ ζῷον λέγεται μέγεθος ἔχειν οὐκ ἐλάττω μεγάλου μόσχου. πάνυ δὲ συνεστραμμένον ἐστίν, παχύ ἐστιν, καὶ ἔχει ἐπάνω τῆς ῥινὸς κέρας, καὶ ἰσχυρότατόν ἐστιν τὸ ζῷον, 46 καὶ ὅταν θυμωθῇ, ἰσχυρότατον γίνεται αὐτοῦ τὸ κέρας οὕτως ὡς παντὸς εἶναι σκληρότερον̣ ἐλέφαντος. ὅταν δὲ μὴ θυμοῦται, ἁπαλόν ἐστιν ὡς σάρξ. καὶ ἐνίοτε, ὅταν καῦμα ᾖν̣, ε᾿̣κβάλλει πέτρας μεγάλας, ἵνα εἰς ἐκεῖνον τὸν τόπον θῇ ἑαυτόν, ψυχρὸν ὄντα. τοῦτο οὖν τὸ ζῷον ὡς εἶπον θυμωθέν, ἔχει τὸ κέρας σκληρότατον. ἠρεμοῦν δὲ οὐκ ἔχει. πειρῶνται οὖν τὸ κέρας αὐτοῦ λαμβάνειν· ἐστὶν γὰρ τίμιον. ἐπεὶ οὖν τοιοῦτο αὐτὸ βούλονται, οὐκ ἀπροοράτ̣ως τοξεύουσιν αὐτό, οὐχ ὑποπίπτει θήρᾳ, οὐχ ἁλίςκεται γαλεάγρᾳ ἤ τινι ἄλλῳ. το´̣ξ̣ῳ̣ δὲ αὐτὸ βάλλουσιν. ὅταν οὖν θυμωθῇ, τότε τιτρώςκουσιν τῷ βέλει. ἐπερ · εἰς ποῖον πρόσωπον αὐτὸ λαμβάνομεν; εἰς τὸν Χριστόν; -ἐὰν ἐπαινετῶς ληφθῇ. λαμβάνεται δὲ ἐπαινετῶς ἐν εἰκοστῷ ὀγδόῳ ψαλμῷ· "καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων". μονογενῆν β̣ασιλείαν ἔχον σημαίνει. ἡ τοῦ σωτῆρος οὖν βασιλεία οὐκ ἔχει διπλόην, ἀλλὰ ἁπλή ἐστιν οἷα ἐπιδημήσαντος θεοῦ. καὶ κατὰ τοῦτο μονοκέρως λέγεται. ὅταν δὲ ψεκτῶς̣ λ̣α̣μβάνεται, διὰ τὴν ἀγριότητα λαμβάνεται, οὐ διὰ τὸ κέρας. λέγουσιν δέ τινες ὡς ἐν ἀπο̣κ̣ρύφῳ τὸ "ἀπὸ κεράτων μονοκερώτων" ἐπαινετῶς, ὅτι τὰ ἄκρα τὰ ἄνω τοῦ σταυροῦ σχῆμα εἶχον κεράτων. 23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. ἐν μέσῳ ἐκκλησίας ὑμνεῖ τὸν θεὸν ὁ μετὰ παρρησίας καὶ κοσμίως ἀναφέρων τοὺς ὕμνους. δεῖ τὸν ὑμνοῦντα θεὸν δίκαιον εἶνα̣ι· "τοῖς" γὰρ "εὐθέσιν πρέπει αἴνεσις". καί· "οὔκ ἐστιν ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ". κ̣α̣ι`̣ ὥσπερ τὸν λόγον λέγομεν τὸν θεῖον ἐν ἐξουσίᾳ λέγεσθαι -ὅταν τις διδάσκῃ περὶ σωφ̣ροσύνης σώφρων ὤν, ἐν ἐξ ουσίᾳ ἔχει τὸν λόγον. ἐὰν δὲ ἀκόλαστος ᾖ καὶ ῥυπαρός, οὐ πεπληρωμένως αὐτὸν προφέρει. ἡ συνείδησις αὐτοῦ ἐνποδίζει αὐτόν- ὥσπερ οὖν ἐν ἐξουσίᾳ τ̣ὸν λόγον ἔχει ὁ κατάλληλα οἷς λέγει ἔργα φέρων καὶ συνφυῆ τῷ θεωρητικῷ βίῳ τὸν πρακτικὸν ἔχων, οὕτως ἐν μέσῳ ἐκκλησίας ὑμνεῖ τὸν θεὸν ὁ μὴ ἔχων ὑποστολήν τινα. οἷον διδάσκει περὶ σωφροσύνης, ἵνα σώφρων ᾖ· τότε γὰρ ἐν μέσῳ τῆς ἐκκλησίας ὑμνεῖ τὸν θεόν, ἵνα διδάσκων περὶ ἐλεημοσύνης τοιοῦτος ᾖ, ἱ´̣ν̣α λέγων περὶ ἀνδρείας τοιοῦτος ᾖ. ὅταν οὖν ἴδῃς τινὰ περὶ ἀνδρείας διεξερχόμενον λόγους δειλὸν ὄντα, οὐκ ἐν μέσῳ ἐκκλησίας τοῦτο ποιεῖ. ὅτι δὲ τὴν παρρησίαν τὸ "μέσον" σημαίνει, καὶ ἐξ ἄλλου ψαλμοῦ ἔστιν μαθεῖν· "οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν". οὐδεὶς ὑπερήφανος ἤθελεν φαίνεσθαί 47 μοι. ἐν γωνίᾳ τοῦτο ἔπραττεν ὑποστελλόμενος, ἐρυθριῶν. ἐν μέσῳ οὖν ἐκκλησίας ὑμνεῖ τὸν πατέρα ὁ σωτήρ. ὅταν δὲ λέγω τὸν πατέρα, καὶ τὸν υἱὸν ἄκουε. θεὸν δὲ ὑμνεῖ, θεότης δὲ μία πατρὸς καὶ υἱοῦ. 24 οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν. οὐχ ὁ τυχὼν αἰνεῖ τὸν θεόν, ἀλλ' ὁ φόβον ἔχων τὸν εἰς αὐτόν. οὐ πᾶς δὲ φόβος θεοῦ ἐστιν· ἔστιν γὰρ φόβος κολάσεως. οὗτος οὔκ ἐστιν θεοῦ. ἀμέλει γοῦν "ἡ τελεία" πρὸς θεὸν "ἀγάπη ἔξω βάλλει τὸν φόβον". ὁ πρὸς θεὸν ἔχων ἀγάπην ἐξ ὅλης καρδίας, ἐξ ὅλης διανοίας, οὐκ ἔχει τὸν παθητικὸν φόβον. οὕτω γοῦν οἱ Ἰησοῦ μαθ̣η̣ταὶ ἐκτὸς τοῦ παθητικοῦ φόβου ἐκαλοῦντο ὑπὸ τοῦ σωτῆρος λέγοντος· "μὴ φοβεῖσθε τοὺς ἀποκτεννόντας τὸ σῶμα". καὶ οἱ λέγοντες· "κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος"; τὸν παθητικὸν φόβον ἐξέβαλον· ὁ γὰρ τοῦ θεοῦ φόβος οὔκ ἐστιν παθητικός, οὐ κολάσεώς ε᾿̣στιν, ἀλλὰ σεβασμοῦ. "φόβος κυρίου πάντα ὑπερέβαλεν", οὐδενὸς δεύτερός ἐστιν, οὐδὲ αὐτῆς τῆς ἀγάπ̣η̣ς. καί· "οὐκ ἔστιν