1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

32

τούτου χρόνον σαρκώδης τε καὶ συμπαραβεβλημένος τοῖς κτήνεσιν ἐν τῇ παιδεύσει τοῦ θείου νόμου, τῆς κατάρας εἰς εὐλογίαν ἀναλυθείσης, μακάριος γίνεται. ὅτι αὐτῷ μὲν ἀπὸ τῶν ἡμερῶν τῶν πονηρῶν ἡ ὀργὴ πραΰνεται, ἐκείνῳ δὲ βόθρος ὀρύσσεται· εἶτα μικρὸν ὑποβὰς τὸν σκοπὸν λέγει τῆς κατὰ ἄνθρωπον τοῦ κυρίου οἰκονομίας· Εἰ μὴ ὅτι κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. ἡ γὰρ βοήθεια τοῦ κυρίου οὐκ ἀφῆκεν ἡμᾶς τοῦ ᾅδου παροίκους εἶναι. καὶ ὅτι κατὰ τὸ πλῆθος τῶν ἐκ τῆς ἁμαρτίας ὀδυνῶν ἀντίρροπος ἐγένετο ἡμῖν ἡ ἰατρεία παρὰ τοῦ ἰατρεύοντος· ἐν ᾧ τι καὶ μεῖζον φιλοσοφεῖ, τὸ μὴ ἐξ ἀϊδίου εἶναι τὸ κακὸν δογματίζων. φησὶ γὰρ ὅτι Οὐ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. τοῦτο δέ ἐστιν 5.101 ὅτι οὐ συνθεωρεῖταί σοι ἡ τῆς κακίας ἀρχή. ἀρχὴ γὰρ ὁ θρόνος, ὁ τὴν ἁμαρτίαν κτίζων διὰ προστάγματος. δι' ὧν τὸ μὴ ἐξ ἀϊδίου τὴν κακίαν εἶναι μηδὲ εἰς ἀεὶ παραμένειν αὐτὴν ἐνεδείξατο. ὃ γὰρ μὴ ἀεὶ ἦν, οὐδὲ εἰς ἀεὶ ἔσται. καὶ τὸν τρόπον τῆς τοῦ κακοῦ ἀναιρέσεως διηγεῖται ἐν τῇ τῶν Ἰουδαίων κατὰ τοῦ κυρίου μιαιφονίᾳ τὸν ἀφανισμὸν τῆς κακίας προαγορεύων. λέγει γὰρ ὅτι Οὗτοι μὲν θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῷον καταδικάσονται. τοῦτο δὲ ἐμοὶ σωτήριον γίνεται. ὁ γὰρ καταδικασθεὶς τῷ θανάτῳ κύριος διὰ τούτου γίνεταί μοι καταφυγή, καὶ οὗτος ὁ θεὸς εἰς βοηθὸν ἐλπίδος τοῖς πεπιστευκόσι καθίσταται, ὃς ἀποδι δοὺς ἐν τῇ δικαίᾳ κρίσει τὸ κατ' ἀξίαν ἑκάστῳ ἀφανιεῖ τὴν πονηρίαν τῶν ἡμαρτηκότων, οὐχὶ τὴν φύσιν. οὕτως εἰπὼν τῇ λέξει Ὅτι καὶ ἀποδώσει αὐτοῖς κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεός· σημαίνων διὰ τῶν εἰρημένων ὅτι οἱ νῦν τῇ ἁμαρτίᾳ μεμορφωμένοι ἀφανισθήσονται. τῆς γὰρ κακίας οὐκ οὔσης, οὐδὲ ὁ κατ' αὐτὴν μεμορφωμένος ἔσται· ἀπολομένης οὖν τῆς κακίας καὶ ἐν μηδενὶ τοῦ τοιούτου χαρακτῆρος ὑπο λειφθέντος, πάντες κατὰ Χριστὸν μορφωθήσονται καὶ μία πᾶσιν ἐξαστράψει μορφὴ ἡ ἐξ ἀρχῆς ἐπιβληθεῖσα τῇ φύσει. 5.102

ΚΕΦΑΛΑΙΟΝ Θʹ

Μετὰ ταῦτα πρόεισι κατὰ τὸ ἀκόλουθον μηδενὶ τῶν μουσικῶν

συγκεχρημένος ὀργάνων. ἀλλὰ διὰ τῆς ἰδίας φωνῆς τὸν εὔφημον αἶνον διὰ τῆς ᾠδῆς ἀνατιθεὶς τῷ θεῷ. φησὶ γὰρ Αἶνος ᾠδῆς τῷ ∆αβίδ. καὶ αὕτη δὲ τοῖς Ἑβραίοις ἡ ἐπιγραφὴ οὐκ ἔστι. προκαλεῖται γὰρ τοὺς ἀκούοντας εἰς κοινωνίαν ἀγαλλιάματος καὶ εἰς ἀλαλαγμὸν ἐπινίκιον, ∆εῦτε, λέγων, ἀγαλλιασώμεθα τῷ κυρίῳ· ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν. καί τινα πρὸς τῷ τέλει καταφορικωτέραν ἀπειλὴν κατὰ τῶν ἀπιστούντων ἔχει τῶν τὴν αὐτὴν ἐπιδειξαμένων κακόνοιαν ἔν τε τοῖς τεσσαράκοντα ἔτεσι τῆς ἐν ἐρήμῳ διαγωγῆς, ἐν οἷς τὸν εὐεργέτην παρώξυναν καὶ μετὰ ταῦτα τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ εὐαγγελίου κατάπαυσιν τῆς ἁμαρτίας μὴ προσδεχόμενοι, οἷς ἐξῆν σήμερον ἀκούσασι τῆς φωνῆς τοῦ δι' ἡμᾶς εἰς τὸ σήμερον εἰσελθόντος καὶ ἐκ τῆς προαιωνίου τε καὶ ἀϊδίου μεγαλειότητος εἰς χρονικὴν γένεσιν καταβάντος ἀνοῖξαι ἑαυτοῖς τὴν εἴσοδον τῆς ἀναπαύσεως. ἀλλ' ἀεὶ τὴν πλάνην καὶ τὴν ἀπιστίαν ὁδηγὸν ἑαυτῶν προβαλλόμενοι ἔν τε τοῖς πρώτοις καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ὅρκῳ τῆς εἰσόδου τῆς εἰς τὴν κατάπαυσιν τοῦ θεοῦ ἀπεκλείσθησαν. πῶς γὰρ ἂν εἰσέλθοιεν εἰς τὴν κατάπαυσιν οἱ ἐκουσίως ἑαυτοὺς τῆς εὐλογίας ἀλλοτριώσαντες; Οὕτω καὶ ὁ μετὰ τούτους ὁ πέμπτος τε καὶ ἐνενηκοστὸς τοῖς μὲν ἑβραΐζουσιν ἀνεπίγραφος λέγεται· ἡμῖν δέ ἐστιν ᾠδὴ μετὰ τὴν ἐπάνοδον τὴν ἐκ τῆς αἰχμαλωσίας τῷ θεῷ ᾀσθεῖσα, ὅτε ἀνῳκοδομήθη διαλυθεῖσα ἡ τῆς φύσεως 5.103 ἡμῶν κατασκευή· οὕτω γὰρ ἡ τῆς ἐπιγραφῆς ἔχει λέξις· Αἶνος ᾠδῆς, ὅτε ὁ οἶκος ᾠκοδομήθη μετὰ τὴν αἰχμαλωσίαν, ἀνεπίγραφος παρ' Ἑβραίοις. εὐθὺς δὲ τὸ τῆς καινῆς διαθήκης μυστήριον ἐν προοιμίοις ἡ ψαλμῳδία εὐαγγελίζεται