32
λέγειν, ὅτι «ἀσθενής εἰμι, οὐκ εἰμὶ λίθος οὐχὶ δεικνύντος ἐστίν, ὅτι ἀναξίως παιδεύεται, ἀλλ' ὅτι δικαίως μέν, οὐ δύναται δὲ ἐνεγκεῖν. καὶ διὰ τοῦτο συγγνώμης ἀξιοῖ τυχεῖν. 6,11a τίς γάρ μού ἐστιν ἡ ἰσχύς, φησίν, ὅτι ὑπομένω; 11b ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; 6,12a μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; 79 τί ἐστιν· τίς μου ὁ χρόνος; «ὀλιγοχρόνιός εἰμι», φησίν, «μὴ γὰρ ἔχω μεγάλην τὴν ἐκ τοῦ χρόνου ἀντίδοσιν; μὴ γὰρ ἔστιν ἐλπίσαι μακρὸν ζήσεσθαι χρόνον;» τίς γάρ μού ἐστιν ἡ ἰσχύς, ὅτι ὑπομένω; οὐκοῦν οὐκ ἀπὸ ἰσχύος ὑπομένει, ἀλλ' ἀπὸ εὐλαβείας καὶ φόβου θεοῦ. εἰ γὰρ ἐβούλετο, οὐκ ἂν ὑπέμεινεν, ἀλλ' ἑαυτὸν ἂν διεχρήσατο, ὥστε, εἰ καὶ μηδαμόθεν ἑτέρωθεν, ἐντεῦθεν κατάμαθε τοῦ ἀνδρὸς τὴν εὐλάβειαν, ὃς ἄνθρωπος ὢν τὰ μείζονα τῶν λίθων ὑπομένει διὰ τὸν τοῦ θεοῦ φόβον, καὶ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέπει, καὶ οὐχὶ τῇ ἑαυτοῦ τόλμῃ. 6,12b ἢ αἱ σάρκες, φησίν, χαλκαῖ, 6,13a ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; 13b βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν, 6,14a ἀπείπατο δέ με ἔλεος, 14b καὶ ἐπισκοπὴ κυρίου ὑπερεῖδέ με. ἢ οὐκ ἐπ' αὐτῷ, φησίν, ἐπεποίθειν; ἐπειδὴ τοῦτο παρῄνει οὗτος, ὅτι κύριον τὸν παντοκράτορα ἐπικάλεσαι, φησίν, ὅτι ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; σὺ δὲ ἐννόησον, ὅτι οὐκ ἐν προοιμίοις τῆς συμφορᾶς ταῦτα λέγεται, ἀλλὰ χρόνου πολλοῦ προβεβηκότος, πρὸς αὐτῷ τῷ τέλει τῶν ἀγώνων. 6,15a οὐ προσεῖδόν με, φησίν, οἱ ἐγγύτατοί μου. ὥσπερ χειμάρρους ἐκλείπων 15b ἢ ὥσπερ κῦμα παρῆλθόν με. 6,16a οἵτινές με ηὐλαβοῦντο, νυνὶ ἐπιπεπτώκασί μοι. καὶ τοῦτο τῆς τοῦ θεοῦ ἐγκαταλείψεως ἔργον τὸ καὶ τοὺς οἰκείους αὐτὸν ὑπερορᾶν τοιαῦτα πάσχοντα. ὅταν γὰρ αὐτὸς ἀποστῇ 80 καὶ γυμνωθῇ τῆς παρ' αὐτοῦ βοηθείας, πάντα ἐχθρὰ καὶ πολέμια. «οὐδεὶς ἐπέγνω με», φησίν, «ἐν τῇ συμφορᾷ, ἀλλὰ τοῦτο οὔπω μέγα· οἵτινές με ηὐλαβοῦντο, νυνὶ δὲ ἐπιπεπτώκασί μοι. τοῦτο πολλῷ χαλεπώτερον τὸ καὶ ἐπεμβαίνειν κειμένῳ.» ἐμοὶ δοκεῖ τούτους αἰνίττεσθαι. 6,16a ὥσπερ χιὼν 16b ἢ κρύσταλλος, φησίν, πεπηγώς· 6,17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκέτι ἐπεγνώσθη, ὅτι ἦν, 6,18a οὕτως ἐγὼ κατελείφθην ὑπὸ πάντων. 18b ἀπωλόμην τε καὶ ἔξοικος ἐγενόμην. τουτέστιν· «οὐδὲ μνημόσυνον ὑπολέλειπται οὐδὲ λείψανον τῆς προτέρας εὐπραγίας.» ταῦτα τῆς συμφορᾶς χαλεπώτερά ἐστιν. εἴ τις ἄραι μου τὰς ὀδύνας ὁμοθυμαδὸν ἐν ζυγῷ. καὶ πειρᾶται αὐτὰς διηγεῖσθαι· «βρῶμον γὰρ ὁρῶ, φησίν, τὰ σῖτά μου. εὔχομαι ἀποθανεῖν καὶ οὐκ ἀποθνῄσκω· ἄνθρωπος ὢν ταῦτα πάσχω, οὐ λίθος, ἄνθρωπος ὀλιγοχρόνιος. οὐκ ἀπολαύω τῆς ἄνωθεν ῥοπῆς. οἱ μὲν παρατρέχουσί με τῶν οἰκείων, οἱ δὲ καὶ ἐπεμβαίνουσιν. οὐδὲν λείψανον τῆς προτέρας ὑπολέλειπται εὐπραγίας.» 6,19a ἴδετε ὁδοὺς Θαιμανῶν 19b καὶ ἀτραποὺς Σαβῶν, οἱ διορῶντες, 6,20a αἰσχύνθητε αἰσχύνην, οἱ ὁρῶντες. ὀφειλήσουσιν 20b οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. «ἐπιβλέψατε», φησίν, «καὶ ἴδετε.» τουτέστιν· «τὰ οἰκεῖα ἀναμνήσθητε. τὸ μέλλον ἄδηλον καὶ πάντες ὁμοίως ὑποκείμεθα. ταῦ81 τα καὶ ὑμεῖς λογίζεσθε περὶ ὑμῶν αὐτῶν καὶ τοῦ φρονήματος ἑαυτοὺς καταστέλλετε.» 6,21a ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως. «ἀσυμπαθῶς», φησίν, «ἐλεγκτικῶς, κατηγορικῶς.» 6,21b ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. «φοβήθητε, μὴ δίκας ἐξαιτηθῆτε τῆς ἀγριότητος. εἰ καὶ μηδὲν ἕτερον», φησίν, «μήτε φιλία μήτε ἡ τὸ πρότερον εὐεργεσία μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ἐποίει, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας.» 6,22a τί γάρ; μή τι ὑμᾶς ᾔτησα 22b ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι, 6,23a ὥστε με σῶσαι ἐκ χειρὸς κακῶν 23b ἢ ῥύσασθαί με ἐκ χειρὸς δυνάστου; τουτέστιν· «οὔτε πρότερον ὑμῶν ἐδεήθην οὔτε νῦν, ἀλλ' αὐτόματοι παρεγένεσθε ὡς δὴ παρακαλέσοντες· τί οὖν τὰ τῶν ἐχθρῶν διαπράττεσθε;» 6,24a διδάξατέ με, ἐγὼ δὲ κωφεύσω. 24b εἴ τι πεπλάνημαι, φράσατέ μοι. «ἀλλ' ὅμως οὐδὲ οὕτως ἀρνοῦμαι μανθάνειν, μόνον εἴ τι χρήσιμον δυνήσεσθε εἰπεῖν, ἀλλὰ σιγήσομαι, ἄν τι εἴπητε τῶν δεόντων.» οὐ γὰρ δὴ εἶχον ἐκεῖνοι φανερὰ ἐγκλήματα προβάλλεσθαι, ἀλλ' ἁπλῶς ἀπὸ στοχασμοῦ. καὶ ὅτι μὲν βίου ἐναρέτου ἦν, φανερὸν