1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

32

πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Καίτοι τίς ἰδὼν υἱὸν ἐπὶ θρόνου βασιλικοῦ καθήμενον καὶ τοσαύτης ἀπολαύοντα δόξης, οὐκ ἂν ἐπελήσθη τῶν παρελθουσῶν συμφορῶν; Ἀλλ' ὅμως ἐκεῖνος οὕτως ἦν τεταριχευμένος, ὡς μηδὲ ἐν εὐημερίᾳ τοσαύτῃ ἐπιλαθέσθαι τῶν γεγενημένων δεινῶν. Τί δὲ ὁ ∆αυΐδ; πόσας ὑπέμεινε τραγῳδίας; οὐχὶ τὰ αὐτὰ αὐτῷ καὶ οὗτος φθέγγεται λέγων· Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος; Τί δὲ ὁ Ἱερεμίας; οὐχὶ καὶ τὴν ἡμέραν αὐτοῦ τῆς γεννήσεως καταρᾶται διὰ τὰ ἐπάλληλα δεινά; Τί δὲ ὁ Μωϋσῆς; οὐχὶ καὶ αὐτὸς ἀπαγορεύων φησὶν, Ἀπόκτεινόν με, εἰ οὕτω μοι μέλλεις ποιεῖν; Ὁ δὲ Ἠλίας, ἡ οὐρανομήκης ψυχὴ, ὁ τὸν οὐρανὸν ἀποκλείσας, οὐ μετὰ τὰ πολλὰ θαύματα θρηνῶν διετέλει πρὸς τὸν Θεὸν, λέγων, Ἆρον τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι οὐκ εἰμὶ βελτίων τῶν πατέρων μου; Καὶ τί χρὴ τούτων ἕκαστον ἐπιέναι; Πάντας γὰρ αὐτοὺς ὁμοῦ συλλαβὼν ὁ Παῦλος διέξεισι λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ ἁπλῶς πᾶσα ἀνάγ48.1005 κη τὸν μέλλοντα εὐαρεστεῖν τῷ Θεῷ καὶ δόκιμον εἶναι καὶ ἁγνὸν, μὴ τὸν ἄνετον καὶ ὑγρὸν καὶ διαλελυμένον διώκειν βίον, ἀλλὰ τὸν ἐπίπονον καὶ μόχθων γέμοντα πολλῶν καὶ ἱδρώτων· Οὐδεὶς γὰρ στεφανοῦται, φησὶν, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Καὶ ἑτέρωθι, Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, καὶ ἀπὸ ῥήματος, φησὶ, καὶ ἀπὸ βλέμματος, καὶ ἀπὸ φωνῆς αἰσχρᾶς, καὶ ἀπὸ λοιδορίας, καὶ ἀπὸ βλασφημίας, καὶ ἀπὸ αἰσχρολογίας. Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν μὴ πειρασμὸς ἡμῖν ἐπενεχθῇ ποθεν ἔξωθεν, ἑαυτοὺς γυμνάζειν δεῖ καθ' ἑκάστην ἡμέραν νηστείαις, σκληραγωγίαις, εὐτελεῖ τροφῇ, λιτῇ τραπέζῃ, τὰς πολυτελείας πανταχοῦ φεύγοντας· ἄλλως γὰρ οὐκ ἔστιν εὐαρεστῆσαι Θεῷ. Μὴ γάρ μοι τὸ ψυχρὸν ῥῆμα ἐκεῖνο λεγέτω τις, ὅτι καὶ τὰ ἐνταῦθα ὁ δεῖνα ἔχει, καὶ τὰ ἐκεῖ· ἀμήχανον τοῦτο ἐπὶ τῶν πλουτούντων καὶ τρυφώντων καὶ ἁμαρτανόντων συμβῆναι· ἀλλ', εἰ χρὴ τοῦτο εἰπεῖν, ἐπὶ τῶν θλιβομένων ἔστιν εἰπεῖν, τῶν ἐν στενοχωρίᾳ, ὅτι καὶ τὰ ἐνταῦθα ἔχουσι, καὶ τὰ ἐκεῖ. Τὰ μὲν γὰρ ἐκεῖ ἔχουσιν, ἀμοιβῆς ἀπολαύοντες· τὰ δὲ ἐνταῦθα ἔχουσι, ταῖς ἐλπίσιν ἐκείνων συντρεφόμενοι, καὶ οὐ λαμβάνοντες αἴσθησιν τῶν παρόντων δεινῶν τῇ προσδοκίᾳ τῶν μελλόντων ἀγαθῶν. Ἀλλ' ἀκούσωμεν καὶ τῶν ἑξῆς. Ἐπὶ πᾶσι δὲ τούτοις χάσμα μέγα ἐστήρικται, φησὶν, ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν. Καλῶς ἄρα εἶπεν ὁ ∆αυῒδ, ὅτι Ἀδελφὸς οὐ λυτροῦται· οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ. Οὐδὲ γὰρ δυνατὸν, κἂν ἀδελφὸς, κἂν πατὴρ ᾖ, κἂν υἱός. Ὅρα γάρ· τέκνον ἐκάλεσεν ὁ Ἀβραὰμ τὸν πλούσιον, καὶ τὰ πατρὸς ἐπιδείξασθαι οὐκ ἴσχυσε· πατέρα προσεῖπε τὸν Ἀβραὰμ ὁ πλούσιος, καὶ ἧς εἰκὸς ἀπολαῦσαι τέκνον πατρικῆς εὐνοίας, οὐκ ἠδυνήθη, ἵνα μάθῃς, ὅτι οὔτε συγγένεια, οὔτε φιλία, οὔτε προσπάθεια, οὔτε ἄλλο τι τῶν ὄντων ὀνῆσαι δύναται τὸν ὑπὸ τῆς οἰκείας ζωῆς προδεδομένον. ιʹ. Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὶ πολλάκις, ἡμῶν παραινούντων προσέχειν ἑαυτοῖς καὶ νήφειν, ῥᾳθυμοῦσι καὶ εἰς γέλωτα τὴν παραίνεσιν ἐκβάλλουσι, λέγοντες· Σύ μου προστήσῃ, φησὶ, κατ' ἐκείνην τὴν ἡμέραν· καὶ θαῤῥῶ, καὶ οὐ δέδοικα. Πάλιν ἄλλος, Πατέρα μάρτυρα ἔχω, φησὶ, καὶ ἕτερος, Πάππον ἐπίσκοπον· ἄλλοι πάλιν τοὺς τῆς οἰκίας πάντας τῆς ἑαυτῶν προβάλλονται. Ἀλλὰ πάντα ψυχρὰ ταῦτα τὰ ῥήματα· οὐδὲ γὰρ ἡμᾶς ἡ ἑτέρων ἀρετὴ ὠφελῆσαι τότε δυνήσεται. Ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ ταῖς 48.1006 πέντε παρθένοις οὐ μετέδωκαν τοῦ ἐλαίου· ἀλλ' αἱ μὲν εἰσῆλθον εἰς τὸν νυμφῶνα, αἱ δὲ ἀπεκλείσθησαν. Μέγα ἀγαθὸν ἐν τοῖς οἰκείοις κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν· φίλος δὲ ἐκεῖ οὐδεὶς οὐδέποτε προΐσταται. Εἰ γὰρ ἐνταῦθά φησι τῷ Ἱερεμίᾳ, Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ἔνθα κύριοι τοῦ μεταβαλέσθαι· πολλῷ μᾶλλον ἐκεῖ. Τί λέγεις; Πατέρα μάρτυρα ἔχεις; Αὐτὸ μὲν οὖν σε τοῦτο μάλιστα καταδικάσαι δυνήσεται πλέον, ὅταν οἴκοθεν ἔχων τὰ παραδείγματα τῆς ἀρετῆς, ἀνάξιον σεαυτὸν τῆς προγονικῆς