1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

32

πικραινόμενοι, ὅτι δὴ τοιούτων ἀγαθῶν τοῖς ἀνθρώποις ἡτοιμασμένων, αὐτοὶ τὰ παρόντα τῶν μελλόντων ἠλλαξάμεθα. τοῦτο οἶμαί φησι τὸ πεσεῖν τὸν ἀστέρα, ὀργήν τινα Θεοῦ πικράνασαν τὰ ὕδατα. ὕδατα δὲ τροπικῶς τοὺς ἀνθρώπους 108 καλεῖ κατὰ τὸ εἰρημένον τῷ προφήτῃ ἀπὸ φωνῶν ὑδάτων πολλῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, καὶ αὖθις ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. ταῦτα μὲν ὡς ἐντροπολογία. τὸ δὲ καὶ αἰσθητῶς ταῦτά τε καὶ τὰ τοιαῦτα γίνεσθαι τότε οὐκ ἀποβλητέον. καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον τῶν ἀστέρων, καὶ ἡ ἡμέρα μὴ φανῇ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως. καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοι πῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἄλλων ἀγγέλων τῶν μελλόντων σαλπίζειν. ἐδιδάχθημεν παρὰ Ἰωὴλ τοῦ προφήτου ὅτι στραφήσεται ὁ ἥλιος εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ. ὡς καὶ ἐν αὐτῇ τούτων πάντων γενησομένων. καὶ ὁ Πέτρος δὲ ἔφη ἐν δευτέρᾳ τῶν αὐτοῦ ἐπιστολῶν· ἥξει φησὶν ἡ ἡμέρα Κυρίου ὡς κλέπτης, ἐν ᾗ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται. ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος παρὰ τῷ Ματθαίῳ τίτλῳ ἑκατοστῷ ἐννάτῳ φησὶν εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ. ταῦτα καὶ νῦν διδασκόμεθα διὰ τῆς ἀποκαλύψεως ἔσεσθαι ἐν τῇ τοῦ παρόντος αἰῶνος συντελείᾳ. τί δὲ βούλεται τὸ μὴ πάντα τὰ ἐν τῇ γῇ, καὶ τῇ θαλάσσῃ καὶ τοῖς ποταμοῖς, προσέτι δὲ καὶ τὰ ἐν τοῖς οὐρανοῖς στοιχεῖα τὰ εἰρημένα ὑπομεῖναι πάθη, ἀλλὰ τὸ τρίτον αὐτῶν; φιλαν 109 θρωπίας ἐστὶ καὶ τοῦτο τῆς τοῦ Θεοῦ ἀπόδειξις ἀκριβής, τῇ κατὰ μέρος καὶ οὐκ εἰς ἅπαν τῶν στοιχείων πληγῇ εἰς μετάνοιαν καλοῦντος τοὺς τότε φθανομένους ἀνθρώπους· ὧν μὴ ἐπιστρεφόντων, πανωλεθρίαν ἐπάγει λοιπόν. τοιοῦτόν τι καὶ ὁ προφήτης φησὶν ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. τὸ γὰρ κατὰ μέρος καὶ οἷον ὡς ἐν ὁδῷ προβαίνειν καὶ προϊέναι τὴν ὀργὴν τοῦ Θεοῦ, θύραν ἐστὶν ἀνοίγοντος μετανοίας, τῷ τῶν γινομένων φόβῳ εἰς μεταμέλειαν τοὺς ἀνθρώπους καλοῦντος. οὗ μὴ προβαίνοντος παρ' αὐτῶν, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. τὸν δὲ ἐν τῷ μεσουρανήματι ἀετὸν τὸν ἐπιστυγνάζοντα ταῖς τῶν ἐπὶ γῆς συμφοραῖς, ἄγγελόν τινα θεῖον νοήσεις συμπαθοῦντα τῇ τῶν ἀνθρώπων πληγῇ. καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεῖς τοῦ φρέατος τῆς ἀβύσσου· καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ. ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀν θρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. ἄχρι τοῦ νῦν διηγεῖτο ἡμῖν ἡ ὀπτασία ποίῳ τρόπῳ καὶ ποίαις πληγαῖς συντελεῖται ἤτοι ἐναλλάσσεται τά τε ἐπὶ τῆς γῆς καὶ οὐρανοῦ καὶ μετ' αὐτῶν οἱ ἄνθρωποι. νῦν δέ γε ὡς ἤδη τῆς συντελείας γεγενημένης καὶ τῆς ἀναστάσεως ἐνεγερθείσης τὰς κατὰ τῶν ἁμαρτωλῶν διηγεῖται κολάσεις. 110 εἶδόν φησιν ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, ἀστέρα λέγων ἄγγελον Θεοῦ διὰ τὴν λαμπρότητα ἐν τῇ γῇ καταβάντα. ἐν αὐτῇ γὰρ ἡ κρίσις τῶν ἁμαρτωλῶν ἔσται, ὅν τινα χῶρόν τις τῶν ἁγίων προφητῶν κοιλάδα ὠνόμασε τοῦ Ἰωσαφάτ. καὶ ἐδόθη αὐτῷ φησιν ἡ κλεῖς τοῦ φρέατος τῆς ἀβύσσου. φρέαρ ἀβύσσου, τὴν Γέενναν καλεῖ. διὸ καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος, ὡς πυρὸς πλείστου δηλονότι ἐμφωλεύοντος τῷ φρέατι. ὁ δέ γε καπνὸς οὐ μόνον τὸ πῦρ, ἀλλὰ καὶ τὸ σκότος αἰνίττεται· τὸ γὰρ