1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

32

τοῦ Θεοῦ, οὔτε ἥλιος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ ὡς νυμφίος, καὶ τῶν τερμάτων ἐφ ικνούμενος καὶ λαμπρότητι καὶ θερμότητι· οὔτε σε λήνη ἀλλοιουμένη, καὶ τὰ μέτρα τοῦ χρόνου τεκται νομένη· οὔτε ἀστέρες ἀνίσχοντες καὶ δυόμενοι, καὶ τοὺς μὲν τῆς θαλάττης ξεναγοῦντες ὁδίτας, τοὺς δὲ γηπόνους διεγείροντες εἰς ἀμητὸν καὶ σπερμάτων καταβολήν· οὐχ ὡρῶν διαδοχαὶ, οὐ τροπῶν με ταβολαὶ, οὐ νεφῶν ὠδῖνες εὔκαιροι καὶ κατάλληλοι, οὐ γῆς καὶ θαλάττης ὁμόνοια, οὐ ποταμῶν ῥεύματα, οὐ πηγῶν νάματα, οὐ καρπῶν ἀφθονία, οὐ ζώων ποικιλία καὶ χρεία, οὐ σώματος δημιουργία λογικῷ πρέπουσα, οὐ ψυχῆς ἀθανασία καὶ σοφία τὸ σῶμα κυβερνῶσα, οὐ τέχναι παντοδαπαὶ καὶ μυρίαι, οὐ τὰ ἀναγκαῖα μόνον, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας πορίζουσαι, οὔτ' ἄλλα ὅσα ὁ μεγαλόδωρος τῇ φύσει τῶν ἀνθρώπων ὁσημέραι προσφέρει. Ἀλλὰ καὶ τού των ἁπάντων ἀπολαύοντες, λυττῶσι καὶ μεμήνασι, καὶ τὴν πολλὴν ἐπιμέλειαν ἀμέλειαν ὀνομάζουσι, καὶ τὸν πλοῦτον ἡμῖν καὶ τὴν πενίαν εἰς μέσον προβάλ λονται, καὶ τῆς ἀνωμαλίας τοῦ βίου κατηγοροῦσι. Φέρε τοίνυν, τὸν σοφῶς ἰθύνοντα τῆς οἰκουμένης τὸ σκάφος ἐπίκουρον τοῦ λόγου λαβόντες, τοῖς τε προβλήμασιν ἀπαντήσωμεν, καὶ τὰς ἀντιθέσεις δια λύσωμεν, καὶ τὴν ὑπ' αὐτῶν πλεκομένην κατηγορίαν, ἱστὸν ἀράχνης ἀποφήνωμεν. Τί δήποτε, φασὶ, πλουτοῦσι μὲν τῶν ἀνθρώπων οἱ πονηρότατοι, καὶ μυρίοις πάντοθεν ἀγαθοῖς πε 83.645 ριῤῥέονται, καὶ ἐξ οὐρίων τὸν βίον ὁδεύουσι, καὶ λαμβάνουσιν ἀδικίας ἐφόδιον τοῦ πλούτου τὰ ῥεύ ματα; Ὕλη γὰρ ἡ εὐπορία γίνεται τῇ τῆς πλεον εξίας φλογὶ, καὶ συνεργὸν τὸν πλοῦτον ἡ πονηρία λαμ βάνουσα, μέγιστον ἀνάπτει πυρσὸν, καὶ ἣ δύναμις τῇ βουλήσει προσγινομένη, ἀφόρητον ποιεῖ τὸ κακόν· οἱ δὲ τῆς ἀρετῆς φροντισταὶ, πενίᾳ συζῶσι, καὶ ἐν δυσκληρίαις ταλαιπωροῦσι, καὶ αὐτῶν τῶν ἀναγκαίων σπανίζουσιν, αὐχμῶσι, ῥυπῶσιν, εἰς γῆν κεκύ φασι, παροινοῦνται, προπηλακίζονται, μυρία ὅσα ὑπομένουσιν ἀλγεινά. Οὐκοῦν πρῶτον αὐτοὺς ἐρω τήσωμεν, τίνα ὅρον εὐδαιμονίας εἶναί φασι. Καὶ εἰ μὲν τὸν πλοῦτον φαῖεν, παραυτίκα τὸ ψεῦδος αὐτῶν διελέγξομεν. Πῶς γὰρ εὐδαιμονίας δημιουργὸς ὁ τῆς ἀδικίας, ὡς ἔφασαν, συνεργός; Εἰ γὰρ διὰ τού του οἱ πονηρίᾳ συζῶντες τὰς ὀφρῦς ἀνασπῶσι, καὶ τὰς γνάθους φυσῶσι, καὶ ἐφ' ἵππων καὶ ὀχημάτων φερόμενοι, σοβοῦσι τὴν ἀγορὰν, τοσοῦτον τοὺς ἄλλους ὑπερφρονοῦντες, ὅσον αὐτοὺς ὑπερορᾶσθαι προσήκει, ἀδικοῦσι, πλεονεκτοῦσι, τὰ ἀλλότρια σφετερίζονται, τῶν οὐ προσηκόντων ἐφίενται, τὰ τοῦ πέλας ἀφαι ροῦνται, τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐντρυφῶσι, τὰς τῶν πενήτων ἐμπορεύονται συμφορὰς, καὶ ταῦτα δρῶσι, τῇ δυνάμει τοῦ πλούτου χρώμενοι συνεργῷ, πῶς ὁ πλοῦτος ὅρος εὐδαιμονίας, καὶ εὐκληρίας ὑπόθεσις; εἰ δὲ τὴν ἀρετὴν φαῖεν τῶν ἀγαθῶν τὸ κάλλιστον, καὶ τὸν ταύτης θερμὸν ἐραστὴν, καὶ σπουδαῖον ἐργάτην, ἐν τῇ ἀκροτάτῃ τῶν ἀγαθῶν εἶναι λέγουσι κορυφῇ, τί δήποτε πρὸς τὸν πλοῦτον ἀποβλέπουσι, καὶ τοὺς πλουτοῦντας ζηλωτοὺς ἀπο καλοῦσιν; Ἐναντία γὰρ ἐκ διαμέτρου χρημάτων εὐπορία, καὶ ἀρετῆς κατορθωμάτων περιουσία. Ἐξ ετάσωμεν δὲ, κοινὴν ποιούμενοι ζήτησιν, ἐπίκουρον λαβόντες τῆς ἀληθείας τὸ φῶς, ὁποῖα τῆς ἀρετῆς τὰ εἴδη, καὶ πῶς ἄν τινι ῥᾳδίως ἡ τούτων κτῆσις προσ γένοιτο. Οὐκοῦν ἀρετὴν μὲν ὁριζόμεθα, φρόνησιν, σωφροσύνην, ἀνδρίαν, δικαιοσύνην, καὶ τὰ ἀπὸ τού των γεννώμενα, ἢ ἐν τούτοις περιεχόμενα τῆς φιλο σοφίας μόρια. Ἐξετάσωμεν τοιγαροῦν, τί δηλοῖ τῶν εἰρημένων ἕκαστον, καὶ ὁποίαν ἔχει διάνοιαν, ἢ ἑρ μηνείαν, ἢ δύναμιν. Οὐκοῦν φρόνησις μὲν ἔστι τοῦ ἐν ἡμῖν λογικοῦ ἡ ἐγρήγορσις, ὥσπερ ἀμέλει παραφροσύνη καὶ ἀφρο σύνη πάλιν, ἡ τούτου μέθη ἐκ τῶν παθῶν τικτομένη, καὶ οἷόν τις νεφέλη γενομένη, καὶ πυκνουμένη, καὶ ἐπιπροσθοῦσα, καὶ συνορᾷν αὐτὸν οὐκ ἐῶσα τὸ δέον. Τοῦ λογικοῦ τοιγαροῦν ἡ ὑγεία φρόνησις ὀνομά ζεται. Καὶ σωφροσύνην δὲ