33
ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". 24 ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. δύναται δὲ καὶ πρὸς ῥητὸν λέγεσθαι ὅτι· ἐπειδὴ ἐκλήθη ὁ λαὸς ἐκεῖνος ὁ ἐκ τῶν πατριαρχῶν εἰς τὸ ὑμνεῖν καὶ δουλεύειν θεῷ, εἰκότως πᾶσιν προστάττεται τοῦτο ποιεῖν. ἐπειδὴ γὰρ πολλοὶ γέγοναν ἐξ αὐτῶν ἁμαρτωλοί, οὕτω λαμβάνομεν "ἅπαν τὸ σπέρμα τοῦ Ἰακὼβ" οὐ τὸ πονηρόν-ἐλέχθη γὰρ περὶ αὐτοῦ· "σπέρμα πονηρόν"-, ἀλλ' ὅταν ἔξω πάσης πονηρίας ᾖ, ὡς καὶ αὐτὸς ὁ οὗ σπέρμα ἐστίν. καὶ λαμβάνομεν ἐνταῦθα τὸν Ἰακὼβ τὸν πατριάρχην καὶ λέγομεν ὅτι· ἐπειδὴ οὗτος πτερνιστὴς γέγονεν καὶ ἐκ τούτου τοῦ κατορθώματος τὴν προσηγορίαν ἔσχεν, πάντες οἱ πτερνίζοντες τὴν κακίαν περιγινόμενοι τῶν ἀντικειμένων δυνάμεων, πονηρῶν ἀντιπάλων οὐσῶν, οὗτοι Ἰακώβ εἰσιν· ἐν τοῖς ἀνδραγαθήμασιν γὰρ αὐτοῦ ὁ Ὡσηὲ ἔταξεν τοῦτο λέγων ὅτι· "ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐνίσχυσεν μετὰ θεοῦ καὶ ἠδυνάσθη". τὸ ἐνισχῦσαι μετὰ θεοῦ καὶ δυνηθῆναι μέγα ἀνδραγάθημά ἐστιν. οὕτω γοῦν συνηρίθμησεν τὸν ἐν τῇ κοιλίᾳ ἐπτερνικέναι τὸν ἀδελφόν. ἐλέχθη δὲ καὶ ὁ σωτὴρ ἐν Ἰσαίᾳ Ἰακώβ· "Ἰακὼβ ὁ παῖςμου, ἀντιλήμψομαι αὐτοῦ". καὶ ταύτην τὴν λέξιν πεπληρῶσθαι ὑπὸ Χριστοῦ ὁ Μαθαῖος εἶπεν. 24 φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. οὐχ ὁ παθητικὸς φόβος δόξα ἐστίν, ἀλλ' ὁ τοῦ θεοῦ φόβος ὁ μετὰ πολλὰ παραγινόμενος τοῖς σπουδάσασιν αὐτὸν ἔχειν. "υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ οὖς σου, παραβαλεῖς δὲ τὴν καρδίαν σου εἰς σύνεσιν". καὶ μεθ' ὁλίγα· "καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου". ὅρα, μετὰ πολ̣λ̣ὰ κατ48 ορθ̣ώματα καὶ τελείας ἀρετάς. πώς ποτε δὲ ἡμεῖς ἁπλῶς λέγομεν. ἐὰν δε`̣ εἰδῇς τὰ ἀνδραγαθήματα καὶ τὰς ἀριστείας καὶ τὰ κατορθώματα τοῦ Ἐλισαίου, ὄψει τίνα τρόπον ὁ φοβ̣ούμενος τὸν κύριον οὐχ ὁ τυχών ἐστιν. 25 ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ. πτωχὸν ἐνταῦθα λέγει τὸν ἐπιδημήσαντα σωτῆρα τὸν ἡμῶν ἕνεκα πτωχεύσαντα. καὶ ὥσπερ κατάρα γέγονεν οὐχ ἁπλῶς, ἀλλ' "ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται"-ποιητικὴ δὲ εὐλογίας κατάρα οὔκ ἐστιν κατάρα τῷ ὄντι. τὰ δὲ ποιητικὰ τῶν καλῶν καλά ἐστιν. τὰ ποιητικὰ τῶν θεῷ ἀρεσκόντων καὶ αὐτὰ θεῷ ἀρέσκει. σημαίνει δὲ τὸ ὄνομα τῆς κατάρας τὸν σταυρόν, ὡς αὐτὸς ὁ ἀπόστολος ὁ τὴν φωνὴν ταύτην γράψας ἀπέδειξεν. εἶπεν· "ὅτι γέγραπται· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου"-, καὶ ὥσπερ νεκρὸς γέγονεν, ἵνα τοὺς νεκροὺς ζῶντας ἀποδείξῃ καὶ ποιήσῃ, καὶ γέγονεν ἐν θανάτῳ, ἵνα τὸν θάνατον καταλύσῃ καὶ τοὺς κατεχομένους ὑπ' αὐτοῦ ἐλευθερώσῃ, οὕτω καὶ πτωχὸς γέγονεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ πλούσιοι γένωνται ὑπὲρ ὧν πτωχὸς γέγονεν. καὶ ὅρα γε τὴν διαφοράν· "γιγνώσκετε τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ὑμᾶς ἐπτώχευσεν". τὸ πτωχεῦσαι δι' ἡμᾶς, τὸ πλούσιος εἶναι οὐ δι' ἡμᾶς· οὐ γὰρ εἴρηται γεγονέναι πλούσιος ὥσπερ γεγονέναι πτωχός, ἀλλὰ "πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν". καὶ ὥσπερ μορφὴν θεοῦ ἔχων καὶ ὑπάρχων ἐν μορφῇ θεοῦ, λαβὼν τὴν δούλου θεοῦ οὐκ ἀπέβαλεν τὴν θεοῦ μορφήν, οὕτω πτωχὸς διὰ ἄλλους γενόμενος τὸν πλοῦτον οὐκ ἀπέβαλεν· πλοῦτον γὰρ αὐτοῦ λέγομεν οὐχ ὡς ἐπὶ τῶν ἁγίων α᾿̣ν̣δρῶν τὰς ἀρετάς· αὐτὸς γάρ ἐστιν ὁ χορηγὸς τῶν ἀρετῶν, αὐτός ἐστιν, οὗ τῇ μετοχῇ ὑφίστανται αἱ α᾿̣ρ̣εταί. μένων οὖν πλούσιος πτωχὸς γέγονεν. διὰ ἄλλους δὲ πτωχὸς γέγονεν, ἵνα πλουτήσωσιν ἐκεῖνοι. καὶ ὅταν ἡμεῖς ἐν τῇ προλαβούσῃ πτωχείᾳ μένωμεν καὶ μὴ σπεύδωμεν τὸν πλοῦτον ἐκεῖνον ἀναλαβεῖν, ὃν χαρίζεται ἡ πτωχεία ἐκείνου, τὸ ὅσον εἰς ἡμᾶς, μένει πτωχός· εἰ γὰρ ἄλλων ἕνεκα, ἵνα πλουτήσωσιν, πτωχὸς γέγονεν, ὅταν πλουτήσωσιν ἐκεῖνοι, οὐκέτι πτωχός ἐστιν. πτωχὸς γέγονεν γενόμενος σάρξ. ὅταν θεασώμεθα "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς