1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

33

παράσχῃς ἀρετῆς. Ἀλλὰ φίλον ἔχεις γενναῖον καὶ θαυμαστόν; Οὐδὲ οὗτός σοι παραστήσεται τότε. Πῶς οὖν φησι, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵν' ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς; Οὐχ ἡ φιλία ἐστὶν ἐνταῦθα ἡ προϊσταμένη, ἀλλ' ἡ ἐλεημοσύνη. Ἐὰν γὰρ ἡ φιλία μόνη προΐστατο, ἔδει ἁπλῶς εἰπεῖν, Ποιήσατε ὑμῖν φίλους· νυνὶ δὲ δεικνὺς, ὅτι οὐχ ἡ φιλία μόνη προΐσταται, προσέθηκεν, Ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας. Καίτοι ἴσως εἴποι τις ἂν, ὅτι ∆ύναμαι χωρὶς τοῦ μαμμωνᾶ ποιῆσαι φίλον, καὶ σπουδαιότερον μᾶλλον, ἢ διὰ τοῦ μαμμωνᾶ. Ἀλλ' ἵνα μάθῃς ὅτι ἐλεημοσύνη ἐστὶν ἡ προϊσταμένη, καὶ τὸ ἔργον τὸ σὸν καὶ τὸ κατόρθωμα, οὐκ ἐν ταῖς φιλίαις ταῖς τῶν ἁγίων ἁπλῶς, ἀλλ' ἐν ταῖς φιλίαις ταῖς διὰ τοῦ μαμμωνᾶ γινομέναις ἔπεισέ σε θαῤῥεῖν. Ἅπερ οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, προσέχωμεν ἑαυτοῖς μετὰ ἀκριβείας ἁπάσης· κἂν κολαζώμεθα, εὐχαριστῶμεν· κἂν ἐν εὐημερίᾳ διάγωμεν, ἀσφαλιζώμεθα ἑαυτοὺς, καὶ ταῖς ἑτέρων τιμωρίαις σωφρονιζόμενοι, διὰ μετανοίας καὶ κατανύξεως καὶ συνεχοῦς ἐξομολογήσεως εὐχαριστῶμεν· καὶ εἴ τι πεπλημμέληται κατὰ τὸν παρόντα βίον ἡμῖν, ἀποθέμενοι, καὶ μετὰ πολλῆς τῆς σπουδῆς πᾶσαν τῆς ψυχῆς ἡμῶν ἀποσμήξαντες τὴν κηλῖδα, παρακαλῶμεν τὸν Θεὸν καταξιῶσαι πάντας ἡμᾶς ἐντεῦθεν διαλυσαμένους, οὕτως ἀπελθεῖν ἐκεῖσε, ἵνα μὴ μετὰ τοῦ πλουσίου, ἀλλὰ μετὰ τοῦ Λαζάρου τῶν τοῦ πατριάρχου κόλπων ἀπολαύσαντες, τοῖς ἀθανάτοις ἐντρυφῶμεν ἀγαθοῖς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγος τέταρτος· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.

αʹ. Τῆς τοῦ Λαζάρου παραβολῆς τὸ τέλος ἀνάγκη τήμερον ἀποδοῦναι. Ὑμεῖς

μὲν γὰρ ἴσως τὸ πᾶν ἡμῖν ἀπηρτίσθαι νομίζετε· οὐ μὴν ἔγωγε χρήσομαι ὑμῶν εἰς ἀπάτην τῇ ἀγνοίᾳ, οὐδὲ ἀποστήσομαι πρότερον, ἕως ἂν τὸ φαινόμενον ἅπαν ἀπέλθω λαβών· ἐπεὶ 48.1006 καὶ γεωργὸς τῆς ἀμπέλου τρυγηθείσης ἁπάσης, οὐ πρότερον ἀφίσταται, ἕως ἂν καὶ τὰς ῥᾶγας ἐκτέμῃ. Ἐπεὶ οὖν καὶ νῦν ἐνορῶ, ὥσπερ ὑπὸ φύλλοις, τοῖς γράμμασιν ἐναποκεκρυμμένα νοήματα ἔτι, φέρε δὴ καὶ ταῦτα, ἀντὶ δρεπάνης τῷ λόγῳ χρησάμενοι, πάλιν μετ' ἀκριβείας ἀποτρυγήσωμεν. Ἄμπελος μὲν γὰρ τρυγηθεῖσα καθάπαξ, ἕστηκε γυμνὴ τοῦ καρποῦ, φύλλα ἔχουσα μόνον· ἡ δὲ ἄμπελος ἡ πνευματικὴ τῶν θείων Γραφῶν οὐχ οὕτως, ἀλλ' ἂν τὸ φαινόμενον ἅπαν ἀνελώμεθα, τὸ πλέον ἐναπομένει πά48.1007 λιν. Πολλοὶ γοῦν μὲν καὶ πρὸ ἡμῶν εἰς ταύτην εἰρήκασι τὴν ὑπόθεσιν, πολλοὶ καὶ μεθ' ἡμᾶς ἴσως ἐροῦσιν· ἀλλ' οὐδεὶς τὸν ἅπαντα πλοῦτον κενῶσαι δυνήσεται. Τοιαύτη γὰρ τῆς περιουσίας ταύτης ἡ φύσις· ὅσῳπερ ἂν διασκάψῃς ἐν τῷ βάθει, τοσούτῳ πλέον ἀναβλύσει τὰ θεῖα νοήματα· πηγὴ γάρ ἐστιν οὐδέποτε ἐπιλείπουσα. Καὶ ἔδει μὲν τῇ προτέρᾳ συνάξει τοῦτο ὑμῖν ἀποδοῦναι τὸ χρέος, ἀλλ' οὐκ ἀσφαλὲς εἶναι ἐνομίσαμεν, τοῦ μακαρίου Βαβύλα καὶ τῆς ξυνωρίδος τῶν ἁγίων μαρτύρων τῶν μετ' ἐκεῖνον παρελθεῖν τὰ κατορθώματα. ∆ιὸ τὴν καταβολὴν ὑπερεθέμεθα, τηροῦντες εἰς τὴν παροῦσαν ὑμῖν ἡμέραν ὁλόκληρον τὴν ἔκτισιν. Φέρε οὖν, ἐπειδὴ καὶ τοῖς πατράσι τὰς εὐφημίας ἀποδεδώκαμεν, οὐ τὰς κατ' ἀξίαν τὴν ἐκείνων, ἀλλὰ τὰς κατὰ δύναμιν τὴν ἡμετέραν, ἀποδῶμεν καὶ ὑμῖν τοῦ διηγήματος τούτου τὸ λείψανον. Ἀλλὰ μὴ ἀποκάμητε, ἕως ἂν πρὸς τὸ τέλος ἀφικώμεθα, ἐκεῖθεν ἀναλαβόντες τὸν λόγον, ἔνθα αὐτὸν κατελίπομεν πρώην. Ποῦ δὲ αὐτὸν κατελίπομεν; Ἐν τῷ χάσματι τῷ διείργοντι τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν. Εἰπόντος γὰρ τοῦ πλουσίου, Πέμψον Λάζαρον,