33
αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλὰ ταῦτα περὶ τοῦ Πατρός· ὁ δὲ Υἱὸς, φησὶ, μικρός. Ἀλλὰ σὺ τοῦτο λέγεις· ἡ δὲ Γραφὴ τοὐναντίον· ὥσπερ περὶ τοῦ Πατρὸς, οὕτω καὶ περὶ τοῦ Υἱοῦ φησιν. Ἄκουε γὰρ Παύλου λέγοντος, Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ. Ἀλλ' ἆρα μὴ περὶ τοῦ Πατρὸς ἐπιφάνειαν εἶπεν; Ἵνα δὲ καὶ μᾶλλον ὑμᾶς ἐλέγξῃ, κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ προσέθηκεν. Ἄρα οὖν μὴ περὶ τοῦ Πατρὸς εἴρηται; Οὐδαμῶς· ἡ γὰρ ἐπαγωγὴ οὐκ ἀφίησι, λέγουσα, Καὶ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ καὶ ὁ Υἱὸς μέγας. Πῶς οὖν λέγεις μικρὸν, καὶ μέγαν; Ἄκουε καὶ τοῦ προφήτου λέγοντος αὐτὸν μεγάλης βουλῆς Ἄγγελον. Ὁ μεγάλης βουλῆς Ἄγγελος οὐ μέγας; ὁ ἰσχυρὸς Θεὸς οὐ μέγας, ἀλλὰ μικρός; Τί οὖν φασιν οἱ ἀναίσχυντοι καὶ ἰταμοὶ, ὅτι μικρὸς ὢν Θεός; λέγω ἃ λέγουσι πολλάκις, ἵνα μᾶλλον αὐτοὺς φύγητε· μικρὸς ὢν, φησὶ, Θεὸς, οὐχ ἥρπασε τὸ εἶναι κατὰ τὸν μέγαν. Τί γὰρ, εἰπέ μοι (ἀλλὰ μὴ νομίσητε ἡμῶν εἶναι τὰ ῥήματα); εἰ μικρὸς ἦν κατ' αὐτοὺς, καὶ πολὺ τῆς δυνάμεως ἀποδέων τῆς τοῦ Πατρὸς, πῶς ἂν ἠδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα Θεῷ; φύσει γὰρ ἐλάττων οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ μεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἴσος ἀγγέλῳ κατὰ τὴν φύσιν· ὁ ἵππος οὐκ ἂν δύναιτο ἁρπάσαι, κἂν θέλῃ, τὸ 62.221 εἶναι ἴσος ἀνθρώπῳ κατὰ τὴν φύσιν. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἐρῶ· Τί βούλεται κατασκευάσαι ὁ Παῦλος διὰ τούτου τοῦ ὑποδείγματος; Εἰς ταπεινοφροσύνην, πάντως ἐρεῖς, ἐναγαγεῖν τοὺς Φιλιππησίους. Τί οὖν, εἰπέ μοι, τοῦτο ἂν παρήνεγκεν εἰς μέσον; Οὐδεὶς γὰρ βουλόμενος προτρέψαι ταπεινοφρονεῖν, τοῦτό φησιν· Ἔσο ταπεινὸς, καὶ ἔλαττον φρόνει τῶν ὁμοτίμων· καὶ γὰρ ὁ δεῖνα ὁ δοῦλος οὐκ ἐπανέστη τῷ ∆εσπότῃ· μιμοῦ τοίνυν ἐκεῖνον. Καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης, εἴποι τις ἂν, ἀλλ' ἀπονοίας. Μάθετε τί ἐστι ταπεινοφροσύνη ὑμεῖς οἱ τῦφον ἔχοντες διαβολικόν. Τί οὖν ἐστι ταπεινοφροσύνη; Τὸ ταπεινὰ φρονεῖν· ταπεινὰ δὲ φρονεῖ, οὐχ ὁ ἀπὸ ἀνάγκης ὢν ταπεινὸς, ἀλλ' ὁ ἑαυτὸν ταπεινῶν. Οἷόν τι λέγω (προσέχετε δέ)· Ὅταν τις ὑψηλὰ δυνάμενος φρονῆσαι ταπεινοφρονῇ, οὗτος ταπεινόφρων ἐστίν· ὅταν δὲ παρὰ τὸ μὴ δύνασθαι ταπεινοφρονῇ, οὐκέτι ταπεινόφρων ἐστίν· οἷον ὁ βασιλεὺς τῷ ὑπάρχῳ ἂν ὑποτάττηται, ταπεινόφρων ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ὁ μέντοι ὕπαρχος ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονεῖ· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν. Οὐκ ἔστι δὲ ἄλλως ταπεινοφρονῆσαι, εἰ μὴ ἐν ἐξουσίᾳ γένοιτο. Εἰ γὰρ ἀνάγκη ἐστὶ τεταπεινῶσθαι καὶ ἄκοντα, οὐκέτι τῆς φρονήσεώς ἐστι τὸ κατόρθωμα οὐδὲ τοῦ βουλήματος, ἀλλὰ τῆς ἀνάγκης· ταπεινοφροσύνη δὲ διὰ τοῦτο λέγεται, ὅτι τοῦ φρονήματός ἐστι ταπείνωσις. γʹ. Εἰπέ μοι, εἴ τις μὴ ἔχων ἐξουσίαν πλεονεκτεῖν, μένοι τὰ ἑαυτοῦ κεκτημένος, τοῦτον ἐπαινεσόμεθα ἐπὶ δικαιοσύνῃ; Οὐδαμῶς. ∆ιὰ τί; Τῇ γὰρ ἀνάγκῃ τὸ τῆς προαιρέσεως ἐγκώμιον ἀφῄρηται. Εἰπέ μοι, εἴ τις μὴ δυνάμενος τυραννεῖν καὶ βασιλεύειν, μένοι ἰδιωτεύων, τοῦτον ἐπαινεσόμεθα, ὡς ἀπράγμονα; Οὐδαμῶς. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Ὁ γὰρ ἔπαινος, ὦ πάντων ὑμεῖς ἀμαθέστατοι, οὐκ ἐν τῇ τούτων ἀποχῇ, ἀλλ' ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ γίνεται. Ἐκεῖνο μὲν γὰρ ψόγου ἀπήλλακται, οὔπω δὲ καὶ ἐπαίνου μετέχει· τὸ δὲ, ἐγκωμίων ἄξιόν ἐστιν. Ὅρα γοῦν καὶ τὸν Χριστὸν οὕτως ἐπαινοῦντα, ὅταν λέγῃ· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Οὐκ εἶπεν, Ἐπειδὴ οὐκ ἐπλεονεκτήσατε, οὐδὲ, Ἐπειδὴ οὐχ ἡρπάσατε [μικρὰ γὰρ ταῦτα] ἀλλ' Ἐπειδὴ πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε.