1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

33

εἰρημένον τῷ προφήτῃ φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός, οὕτως ἑρμηνεύεται τοῖς ἁγίοις ὡς διακοπησομένου τοῦ φωτιστικοῦ ἐκ τοῦ τῆς Γεέννης πυρὸς καὶ μένοντος μόνου τοῦ καυστικοῦ μετὰ σκότους ἐν αὐτῷ· καὶ ἐσκοτίσθη φησὶν ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος· οὐχ ὅτι ταῦτα ἐσκοτίσθη τὰ στοιχεῖα, ἀλλ' ὅτι οἱ ἐν τῷ φρέατι βληθέντες, σκότους διὰ τὴν κόλασιν πληρωθέντες, ἀθέατον ἔχουσι τὸν ἀέρα καὶ τὸν ἥλιον. οὕτω γάρ τις καὶ τῶν ἁγίων ἔφη προφητῶν· σκοτισθήσεται ὁ ἥλιος μεσημβρίας, τὰς Ἰουδαίων συμφορὰς ἐξηγούμενος, οὐ τοῦ ἡλίου σκοτισθέντος, ἀλλὰ τῶν ἐν τῇ θλίψει τοῦτο παθόντων καὶ οὐχ ὁρώντων τὸν ἥλιον· σκοτοδίνης γὰρ πληροῦν εἴωθε τὰ μεγέθη τῶν συμφορῶν. καὶ ἐκ τοῦ καπνοῦ φησιν ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν. ἀκρίδας οἶμαι καλεῖ τοὺς σκώληκας, περὶ ὧν ὁ Ἡσαΐας φησίν· ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, ἴσως τὴν δῆξιν τῆς ψυχῆς καὶ τὴν ἀνένδοτον καὶ ἑρπυστικὴν ἀλγηδόνα σκώληκα καλέσας. καὶ ἐδόθη αὐταῖς φησιν ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς, ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν 111 χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους μόνους, οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων, τῆς γῆς τῇ ἐναλλαγῇ καινῆς γενομένης. εἴρηται γάρ που περὶ αὐτῆς ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. οὐκ ἔτι καλὸν ἦν πληγῆναί τι τῶν κοσμούντων τὴν γῆν οὔτε δένδρον οὔτε τι τῶν φυομένων, εἰ μὴ μόνον τοὺς ἀνθρώπους· καὶ τῶν ἀνθρώπων δὲ ἐκείνους ὅσοι οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων. τῶν γὰρ ἀνθρώπων οἱ μὲν εἰς ἅπαν ἅγιοι καὶ καθαροὶ τὸν ἐν τοῖς ἔμπροσθεν εἰρημένον ἀπειλήφασι χῶρον, Χριστῷ συνόντες ἀεὶ, καὶ τὸν θεῖον ἐποπτεύοντες θρόνον. οἱ δέ γε ἧττον ἅγιοι βεβαπτισμένοι δὲ ὅμως, καὶ τὸ σημεῖον φέροντες Χριστῷ ἐπὶ τῶν μετώπων, καὶ οὐ παντάπασιν ἀπεγνωσμένοι, καὶ ῥυπώσαντες κατὰ βάθους ἑαυτοὺς καὶ τὸ βάπτισμα τῇ ἀτοπίᾳ τῶν πράξεων, ἀλλ' οἷον μέσοι τινὲς ὄντες ἀρετῆς καὶ κακίας μένουσι μὲν ἐν τῇ γῇ, ἀτιμωρητοὶ μέντοι. εἰ γὰρ μὴ τοῦτο ἦν, πῶς τοῖς καλῶς διατεθεὶς τὰς ἐμπιστευθείσας αὐτοῖς μνᾶς; εἴρηται παρὰ τοῦ Κυρίου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων· καὶ ἄλλον ἐπὶ πέντε πόλεων; ὡς ἄρχειν μελλόντων τῶν ὑποδεεστέρων, καὶ ἀτιμώρητοι δὲ πάντως οἱ ἀρχόμενοι. τίς γὰρ ἂν ἄρχειν ἕλοιτο τιμωρουμένων καὶ ἀνενδότως τοὺς ὀδόντας βρυχόντων, καὶ ἀποκλαιομένων ἀπαραμύθηταοὐ λέγω τῶν ἁγίων, ἀλλ' οὐδὲ τῶν οἵων δή, ἀνθρώπων δὲ ὅμως συμπαθῶν, πλὴν εἰ μὴ καὶ αὐτὸς μέλλοι τῷ περὶ αὐτοὺς ἀνιάτῳ ὅμοια πείσεσθαι τοῖς κολαζομένοις; ἡ δέ 112 γε τρίτη τῶν ἀνθρώπων μοῖρα κολάσει παραδίδοται, ἁμαρτωλοί τε ὄντες καὶ ἀσεβεῖς καὶ τὴν Χριστοῦ μὴ παραδεξάμενοι πίστιν. διὸ εἴρηται πληγῆναι τοὺς ἀνθρώπους· οἳ οὔκ εἰσιν ἐσφραγισμένοι τῇ σφραγῖδι τοῦ Θεοῦ. καὶ ἐδόθη αὐτοῖς φησιν ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ' ἵνα βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίων, ὅταν παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀπο θανεῖν καὶ φεύγει ὁ θάνατος ἀπ' αὐτῶν. ἆρα μὴ ἐντεῦθέν τινες τῶν πατέρων τὴν ἀποκατάστασιν παρεδέξαντο, τὸ ἄχρι μὲν τοῦδε κολάζεσθαι τοὺς ἁμαρτωλοὺς λέγοντες, μετὰ τοῦτο δὲ οὐκέτι, ὡς καθαρισθέντας τῇ τιμωρίᾳ; ἀλλὰ τί ποιητέον, ἄλλων πλειόνων τοῦτο μὲν πατέρων, τοῦτο δὲ ἐγκρίτων γραφῶν αἰωνίας λεγόντων τὰς τιμωρίας τῶν τότε κολαζομένων; τί οὖν ἄν τις εἴποι, ἢ πῶς διαιτήσοι τοῖς μέρεσι; κεράσαι δεῖ τὰς ἀμφοτέρων δόξας. λέγω δὲ τοῦτο ὡς ἐν γυμνασίᾳ τινὶ καὶ οὐχ' ὡς ἐν καταφάσει· ἐγὼ γὰρ τῷ δόγματι τῆς ἐκκλησίας προστίθεμαι τῷ βουλομένῳ αἰωνίας εἶναι τὰς ἐν τῷ μέλλοντι κολάσεις, ἐπεὶ καὶ τοῦτο ὅτε Κύριος εἴρηκεν ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ, εἰπὼν καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· καὶ ὁ Ἡσαΐας ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. ὡς ἐν