1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

33

πάλιν προσαγορεύομεν, τὴν τῶν παθῶν ἐλευθερίαν. Σῶον γὰρ πάλιν καὶ ἄρτιον τοῦ λογικοῦ τὸ φρόνημα κεκτημένου, χαλᾷ μὲν τὰ πάθη, καὶ ὑποῤῥεῖ, καὶ σκεδάννυται, καὶ τὸ φλεγμαῖνον αὐτῶν διαλύεται, φέρεται δὲ εὐτάκτως ἐπὶ τῶν ἵππων ὁ ἡνίοχος νοῦς. Τὴν τῶν παθῶν τοίνυν εὐταξίαν, καὶ τοῦ ἡνιόχου τὴν ὑγείαν, σωφροσύνην 83.648 ὀνομάζομεν. Ἀνδρίαν δὲ καλοῦμεν, τὴν δικαίαν τοῦ θυμοειδοῦς κίνησιν· ὥσπερ αὖ πάλιν θρασύτητα, τὴν ἄδικόν τε καὶ ἄτακτον. ∆ικαιοσύνην δὲ, τὴν ὀρθὴν τῆς ψυχῆς ἡγεμονίαν, καὶ τῶν ὑπηκόων παθῶν τὴν συμμετρίαν. Τοῦ γὰρ ἐπιθυμητικοῦ καὶ θυμοειδοῦς ἡ πρὸς τὸ λογικὸν εὐαρμοστία, καὶ ἡ πρὸς ἄλληλα εὐκρασία, τὴν τῆς δικαιοσύνης ἡμῖν πραγματεύεται κτῆσιν. Ἐπειδὴ τοίνυν τίνα τε τὰ τῆς ἀρετῆς μόρια μεμαθήκαμεν, καὶ ποίαν ἕκαστον ἔννοιαν ἔχει καὶ δύναμιν, φέρε πάλιν ζητήσωμεν, πῶς ταῦτα τὸν βουλόμενον δυνατὸν κατορθῶσαι, πλούτῳ χρώμενον συνεργῷ, ἢ τὴν πενίαν ἐπίκουρον εἰς τὴν κτῆσιν λαμβάνοντα. Ἀλλ' ὁ μὲν πλοῦτος, πολλοὺς ἔχων θορύβους, καὶ φροντίδας παντοδαπὰς, καὶ τρικυμιῶν εἴδη μυ ρία, ἐπίβουλός ἐστιν, ἀλλ' οὐκ ἐπίκουρος ἀρετῆς. Πῶς γὰρ ἄν τις κατορθώσειε σωφροσύνην διηνεκῶς γαστρι ζόμενος, καὶ συμποσίοις προστετηκὼς, καὶ συσσίτια κατασκευάζων, καὶ στιβάσι καὶ τραπέζαις ἐνασχολού μενος, καὶ σιτοποιοὺς, καὶ ὀψοποιοὺς, καὶ ποπάνων δημιουργοὺς, καὶ οἴνους ἀνθοσμίας, καὶ φιάλας, καὶ κύλικας, καὶ ἐκπωμάτων εἴδη παντοδαπὰ, καὶ ὄψων ποικιλίαν ἐν τῇ διανοίᾳ περιφέρων, καὶ χανδὸν τὸν ἄκρατον πίνων, καὶ πέρα τοῦ μέτρου τὴν γαστέρα φορτίζων, καὶ τοῦ μὲν λογικοῦ τὸν σπινθῆρα κατασβεννὺς, αὔξων δὲ τῇ ὕλῃ τῶν παθῶν τὴν πυ ρὰν, καὶ τὴν μὲν ἀκόλαστον ἡδονὴν ἐπὶ πλεῖστον ἐξάπτων, τὸν δὲ θυμὸν κατὰ τῶν διακονούντων εἰς ἀκμὴν παραθήγων, καὶ δοῦλον τῶν παθῶν τὸν ἡγε μόνα ποιῶν, καὶ τῆς γαστρὸς ὑπηρέτην τὸν ∆εσπότην ἐργαζόμενος, καὶ εἰς ἀνδραποδώδεις κατασύρων ἐπι θυμίας τὸν τοῦ ζώου τὴν ἡγεμονίαν παρὰ τοῦ πε ποιηκότος δεξάμενον, καὶ αἰχμάλωτον παραδιδοὺς τοῖς ὑπηκόοις τὸν ἄρχοντα, καὶ κατασύρεσθαι τὸν ἡνίοχον παρὰ τῶν ἵππων παρασκευάζων, καὶ τὸν κυβερνήτην τῶν οἰάκων οὐκ ἔτι ἔχεσθαι, καὶ ἅπαν τὸ σκάφος ἰθύνειν, ἀλλὰ ταῖς τῶν παθῶν τρικυμίαις ἐνδιδόναι βαπτιζούσαις τὸ σκάφος, καὶ αὐτὸ ὑποβρύ χιον ἐργαζομέναις; Οὐκοῦν ὁ τοιοῦτος οὐ μόνον φρο νήσεως ἄμοιρος, ἀλλὰ καὶ παντοδαπαῖς ἀκολασίαις προσκείμενος, οὐ μόνον ἀνδρείας γεγυμνωμέ νος, ἀλλὰ καὶ ὑπὸ τῶν πολεμίων παθῶν ἐξηνδραπο δισμένος. Περὶ γὰρ δικαιοσύνης τί δεῖ καὶ λέγειν, καὶ αὐτῶν τῶν ἀντιλεγόντων συνομολογούντων, ὡς ὁ τῆς πλείονος ἐφιέμενος κτήσεως, ἀδίκου καὶ δικαίας διαφορὰν οὐκ ἐθέλει γνωρίζειν, ἀλλὰ τοῖς τοιούτοις, ἄτακτα, ἀόριστα, ἀδιάκριτα πάντα; Ὅτι μὲν οὖν οὐ ῥᾴδιον πλούτῳ συνεργῷ κεχρημένους κατορθῶσαι τὴν ἀρετὴν, καὶ τοῖς λίαν ἐριστικοῖς ῥᾴδιον ἐκ τῶν εἰρημένων καταμαθεῖν· ὅτι δὲ ἡ πενία φιλοσοφίας ἐστὶ συνεργὸς, καὶ οὐδ' ἂν ἄλλως τις τὴν τελεωτάτην κατορθώσειεν ἀρετὴν, αὐτίκα μαθησόμεθα. Πρῶτον μὲν γὰρ τῶν ἀναγκαίων ἡ σπάνις ὑπο κατακλίνεσθαι τῷ λογικῷ τὰ πάθη καταναγκάζει, 83.649 καὶ φλεγμαίνειν οὐκ ἐᾷ, καὶ κατὰ τοῦ ἡνιόχου σκιρ τᾷν, ὃ τοῖς τρυφῶσι καὶ γαστριζομένοις συμβαίνει. Ἔπειτα, ἡ ψυχὴ τῶν περιττῶν φορτίων ἀπαλλαττο μένη, καὶ τῶν ἔξωθεν θορύβων ἐλευθέρα τυγ χάνουσα, καὶ ἡσυχίας ἁπάσης καὶ γαλήνης ἀπολαύουσα, εἰς ἑαυτὴν νενευκυῖα, τό τε οἰκεῖον ἀξίωμα καθορᾷ, καὶ τῶν ὑπηκόων παθῶν τὴν δουλείαν γνωρίζει· καὶ τῆς ἡγεμονίας ἐχομένη, νομοθετεῖ τοῖς ὑπ ηκόοις τὴν εὐταξίαν, καὶ κολάζει δι' ἀλλήλων ἀμφοτέ ρων τὴν ἀταξίαν. Καὶ νῦν μὲν ἐπανίστησι τὴν ἐπι θυμίαν φλεγμαίνοντι τῷ θυμῷ, καὶ τὸ τούτου σύντο νον τῇ ταύτης μαλακότητι διαλύει· νῦν δὲ μετατίθησι κατὰ ταύτης τὴν τῆς τιμωρίας οἰκονομίαν, καὶ τῇ μάστιγι τοῦ θυμοῦ συστέλλει ταύτης τὴν