34
ἑαυτοῦ ἔργῳ φυλάσσει τὸν ἴδιον κανόνα, ὡς μέλος ἐν σώματι· καὶ ζημιοῦται μὲν αὐτὸς ἀμελήσας τοῦ ἐπιτεταγμένου· καὶ τῷ κοινῷ δὲ ἐπιβουλεύων κινδυνεύει περισσοτέρως. Ὥστε κα τὰ μὲν διάνοιαν πληρούτω τὸ γεγραμμένον, ὅτι Ἄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ· εἰ δὲ καὶ σωματικῶς μὴ φθάνει συνδραμεῖν τοῖς λοιποῖς, μηδὲν διακρινέσθω, ποιῶν τὸ εἰρημένον· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. Χρὴ δὲ ἀσφαλίζεσθαι, μήπως, δυνάμενός τις πληρῶσαι τὸ ἐπιτεταγμένον εὐκαίρως εἰς τύπον καὶ ἄλλων, προφασίσηται τὴν τοῦ ἔργου ἀσχο λίαν εἰς πρόσκομμα τῶν λοιπῶν, καὶ ἐμπέσῃ εἰς τὸ τῶν ἀμελούντων κρῖμα. ΕΡΩΤΗΣΙΣ ΡΜΗʹ. Ποῖον μέτρον ἐξουσίας ἔχει ἐν τῇ οἰκονομίᾳ ὁ πιστευθεὶς τὴν φροντίδα τοῦ κελλαρίου ΑΠΟΚΡΙΣΙΣ. Πρὸς μὲν τὸν πιστεύσαντα τὴν τούτου μετὰ δοκι μασίας διατύπωσιν μεμνημένος αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐ δέν· πρὸς δὲ τοὺς φροντιζομένους τὴν ἑκάστου χρείαν. Γέγραπται γάρ· ∆ιεδίδοτο ἑκάστῳ, καθ ότι ἄν τις χρείαν εἶχεν. Ὁ δὲ αὐτὸς λόγος ἔστω πρὸς πάντας τοὺς ἐγχειριζομένους τὰς τοιαύτας φροντίδας. ΕΡΩΤΗΣΙΣ ΡΜΘʹ. Τί τὸ κρῖμα τοῦ οἰκονομοῦντος, ἐάν τι κατὰ προσωποληψίαν ἢ φιλονεικίαν ποιήσῃ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου ποτὲ μὲν παραγγέλλοντος μηδὲν ποιεῖν κατὰ πρόσκλισιν, ποτὲ δὲ ἀποφηναμένου, ὅτι Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· ἀλλότριος τῆς Ἐκκλησίας τοῦ Θεοῦ ὁ τοιοῦτος γνωριζέσθω, ἕως ἂν διορθωθῇ. ∆εῖ μέντοιγε μετὰ 31.1181 πολλῆς περισκέψεως δοκιμάζεσθαι πρὸς τί ἕκαστος ἐπιτηδείως ἔχει, καὶ οὕτως ἐγχειρίζεσθαι ὁτιοῦν ἔρ γον· ἵνα μήτε οἱ ἐγχειρίζοντες τὸ μὴ ἁρμόζον τινὶ κατακριθῶσιν ὡς κακοὶ οἰκονόμοι τῶν τε ψυχῶν καὶ τῶν ἐντολῶν τοῦ Κυρίου, μήτε οἱ ἐγχειρι ζόμενοι πρόφασιν ἁμαρτίας ἐντεῦθεν εὑρίσκειν δόξωσιν. ΕΡΩΤΗΣΙΣ ΡΝʹ. Ἐὰν δὲ ἀμελήσας μὴ δῷ τῷ ἀδελφῷ τὰ πρὸς τὴν χρείαν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου ῥη μάτων, εἰπόντος· Πορεύσεσθε ἀπ' ἐμοῦ, οἱ κατ ηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ τὰ ἑξῆς· καὶ ὅτι Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. ΕΡΩΤΗΣΙΣ ΡΝΑʹ. Εἰ ἔξεστι τῷ ὑπηρετοῦντι μετὰ φωνῆς μείζονος λαλεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς φωνῆς τὸ μέτρον ὁρίζει ἡ χρεία τῶν ἀκουόν των. Οὐκοῦν ἐὰν μὲν ἐλάττων ᾖ, ὡς νωθροτέρα ἐγ γύς ἐστι ψιθυρισμοῦ, καὶ καταγνώσεως ἀξία· ἐὰν δὲ ὑπὲρ τὴν χρείαν, δυναμένου τοῦ ἀκούοντος καὶ ἠρέμα λαλοῦντος ἀκοῦσαι, κραυγὴ γίνεται ἡ κατ εγνωσμένη· ἐκτὸς εἰ μή που τὸ νωθρὸν τοῦ ἀκούον τος εἰς ἀνάγκην ἡμᾶς ἀγάγοι τῇ κραυγῇ χρή σασθαι, καὶ ὥσπερ ἐξ ὕπνου τοῦτον διεγεῖραι. Τοῦτο γὰρ καὶ ὁ Κύριος ποιήσας ἱστορεῖται, ὥς φησιν ὁ εὐαγγελιστής· Ἰησοῦς δὲ ἔκραξε, καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. ΕΡΩΤΗΣΙΣ ΡΝΒʹ. Ἐάν τις, τὴν ἐξ ἐφημερίας ὑπηρεσίαν ἐν τῷ μα γειρείῳ πληρῶν, ὑπὲρ δύναμιν κάμῃ, ὡς ἐμποδίζεσθαι αὐτὸν ἐπὶ ἡμέρας εἰς τὸ κατὰ συνήθειαν ἔργον, εἰ δεῖ αὐτῷ ἐπιτάσσειν τὴν τοιαύτην ὑπηρεσίαν. ΑΠΟΚΡΙΣΙΣ. Εἴρηται, ὅτι δεῖ τὸν ἐγκεχειρισμένον τὴν οἰκονο μίαν τῶν ἔργων ἐστοχασμένως τῆς τε ἐπιτηδειότη τος καὶ τῆς δυνάμεως τοῦ ἐργαζομένου τυποῦν τὰ ἐπιτάγματα, μὴ ἀκούσῃ· Ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. Οὐ τὸν μέντοιγε ἐπιτεταγμένον χρὴ ἀντιλέγειν· ἡ γὰρ ὑπακοὴ μέχρι θανάτου ἔχει τὸν ὅρον. ΕΡΩΤΗΣΙΣ ΡΝΓʹ. Ἡ τὰ ἔρια πιστευθεῖσα πῶς ὀφείλει αὐτὰ ἔχειν, πῶς προσέχειν ταῖς ἐργαζομέναις. ΑΠΟΚΡΙΣΙΣ. Τὰ μὲν ἔρια ὡς παρακαταθήκην Θεοῦ πιστευ 31.1184 θεῖσα· ἀφιλονείκως δὲ καὶ ἀπροσωπολήπτως ἑκά στῃ ἀδελφῇ τὸ οἰκεῖον ἔργον τυποῦσα καὶ οἰκονο μοῦσα. ΕΡΩΤΗΣΙΣ ΡΝ∆ʹ. Ἐὰν συμβῇ ὀλίγους ὄντας ἀδελφοὺς, καὶ πλείο σιν ἀδελφαῖς ἐξυπηρετουμένους, εἰς ἀνάγκην ἐμπίπτειν τοῦ διίστασθαι ἀπ' ἀλλήλων, διαμεριζομένους πρὸς τὰ ἔργα, εἰ ἀκίνδυνον τὸ τοιοῦτον. ΑΠΟΚΡΙΣΙΣ. Εἰ ἡ