34
μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας", ἐκ πτωχῶν πλούσιοι γεγόναμεν, καὶ αὐτὸς ἐκ πτωχοῦ πλούσιος ἀνεδείχθη, οὐ πλούσιος γέγονεν. ἡ δόξα γοῦν αὐτοῦ φανερὰ γέγονεν, ὅτι "ὡς μονογενής" ἐστιν "παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας". "οὐ προώχθισεν οὐδὲ ἐξουδένωσεν τὴν δέησιν τοῦ πτωχοῦ"· ὑπὲρ σωτηρίας γὰρ τῶν ὅλων ἀνεπέμπετο. "καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χρισ49 τὸν δίκαιον", ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν. οὐκοῦν ὅσον ἐν ἁμαρτίαις ἐσμέν, παράκλητον αὐτὸν ἔχομεν. ὅταν δὲ παυσώμεθα τοῦ ἔχειν ἁμαρτίας, οὐδὲ ἀ´̣ρα περὶ τούτου παρακαλεῖ ὅλως. "ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς δι' αὐτοῦ προσερχομένους τῷ θεῷ, ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν". εἰ ἐντυγχάνει ὑπὲρ αὐτῶν, ἵνα ζήσωσιν, ὅταν ζήσωσιν, οὐκέτι ἀναφέρει ταύτην τὴν περὶ αὐτῶν εὐχήν, ἀλλ' ἢ ἄρα περὶ φυλακῆς αὐτῆς, περὶ τοῦ παραμένειν αὐτῇ. ταύτην οὖν τὴν δέησιν τοῦ πτωχοῦ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῷ ἀναφέροντι αὐτήν. "οὐδὲ ἀπέστρεψεν αὐτοῦ τὸ πρόσωπον". ἀποστρέφεται δέ τινος τὸ πρόσωπον εὐχομένου, ὅταν μὴ ἐπινεύῃ θεός, ἀλλὰ καὶ κωλύῃ τὴν εὐχὴν ἀναπέμπεσθαι. τὸν ᾿Ι̣ηρεμίαν ποτὲ ἐκώλυσεν εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ. διὰ τί; οἱ γὰρ πρεσβευταὶ καὶ παράκλητοι ὑπὲρ μετανοησάντων καὶ μηκέτι ἁμαρτανόντων ὀφείλουσιν πρεσβείαν ἀναφέρειν. λέγει γοῦν· "οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; οἱ πατέρες αὐτῶν" πανπληθεὶ εἰς τὴν εἰδωλολατρείαν ἔρεψαν καὶ οὐ μένουσιν. οὕτω καὶ τοῦ Σαμουὴλ ἀπεστράφη τὸ πρόσωπον, ὅτε ἤκουσεν· "ἕως πότε πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωσα αὐτόν"; παρρησίαν δὲ τῶν πρεσβευομένων ἔχει τὸ πρόσωπον, ἐὰν συντρέχωσιν τῇ προαιρέσει αὐτοῦ οἱ περὶ ὧν πρεσβεύουσιν. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ 25 οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ. αὐτὸς ὁ πτωχὸς λέγει περὶ ἑαυτοῦ. τοῦ προσώπου μεταβολὴ γέγονεν. τὸ συνγραφικὸν πνεῦμα λέγει· "οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ". εἶτα αὐτὸς ἐκεῖνος ὁ πτωχός, οὗ ἡ προσευχὴ οὐκ ἐβδελύχθη, οὐκ ἀπεστράφη, λέγει· "οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου". 25 καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. μέγ̣α ε᾿̣σ̣τ̣ὶν τὸ εἰπεῖν τοῦτο. οὐ ψιλῇ μὲν προφορᾷ λέγεται τοῦτο, ἀλλ' ὅταν δειχθῇ ὑπάρξαν τὸ ὑπὲρ οὗ ηὔξατο. γέγονεν οὖν τοῦτο. 26 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ. ἰδοὺ τὸ ἔργον τῆς κραυγῆς κατώρθωσα· ἐκκλησίαν με γάλην παρέστησα αὐτήν, "ἔνδοξον, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων". ἔπαινός μου οὖν ἐστιν οὗτος τὸ ταύτην κατορθῶσαι. ὥσπερ οὖν οὔκ ἐστιν μέγα τὸν τέλειον ἐπαινεῖν, ἐν ᾧ σοφία λαλεῖται, ἐπὶ τῷ γαλακτοποτεῖν, οὕτως οὐ μέγα ἐστὶν οὐδὲ ἔπαινον φέρει τῷ ὑπερβάλλοντα βίον ἔχοντι. οὐκ ἐπὶ τοιούτοις οὖν, οὐκ ἐπὶ πράξεσιν ἄλλαις ἐπαινεῖται, ἀλλ' ἐπὶ τῷ κατορθῶσαι ὅλην ἐκκλησίαν, καὶ οὐ τὴν τυχοῦσαν, ἀλλὰ μεγάλην. δύναται δὲ καὶ τοῦτο· τὸ ἐμὸν κατόρθωμα ἔπαινος τῇ ἐκκλησίᾳ μέγας ἐστίν. 50 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ ἐξομολογήσω σοι 26 τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. αἱ εὐχαὶ ἐπὶ εὐχαριστουμένοις καὶ προγεγονόσιν ἀποδίδονται. λέγεται προσευχὴ ἡ πρὸς θεὸν ἀναπεμπομένη παράκλησις. ὅταν δὲ μετὰ ὁμολογίας ἀναπέμπεται, ὅτι ἐὰν τάδε μοι ὑπάρξῃ, τάδε ἀποδώσω, προσευχή ἐστιν αὕτη δέησις εὐχή ἐστιν. ἀμέλει γοῦν καὶ ὁ Ἰακὼβ ἔλεγεν· "ἐὰν δῷ μοι ὁ θεὸς ἄρτον φαγεῖν, πάντων, ὅσα ἐὰν δῷ μοι, δεκάτην ἀποδεκατώσω". αὕτη εὐχή ἐστιν. οὐδεὶς προσε̣υ̣ξ̣άμενος περί τινος καὶ μὴ λαβὼν αὐτὸ καιρίως ἐρεῖ· "τὰς εὐχάς μου ἀποδώσω". ἐπερ · "ἐνώπιον τῶν φοβουμένων αὐτόν"; -τοῦτο, ἵνα ὠφεληθῶσιν· μαθήσονται γὰρ καὶ αὐτοὶ τὰς εὐχὰς ἃς εὔχονται ἀποδιδόναι. δύναται δὲ καὶ "ἐνώπιον τῶν φοβουμένων", οὐκ ἐπίπροσθεν τῶν θυόντων-οὐδὲ γὰρ οἱ θύοντες δύνανται γνῶναι ποία εὐχαριστία