1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

34

ταύτης τῆς ψαλμῳδίας συνάπτεται. ἡ γὰρ αὐτὴ δύναμις τῷ μὲν δικαίῳ φῶς τε καὶ εὐφροσύνη γίνεται, ὀργὴ δὲ τῷ ἀπιστοῦντι λαῷ. Ὁ κύριος γάρ, φησίν, ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. τίς οὗτος ὁ βασιλεύσας κύριος ὁ τῆς ἀγγελικῆς τε καὶ οὐρανίας ὑπερκαθήμενος φύσεως; διὰ γὰρ τῶν Χερουβὶμ τὸ ἐξέχον τῆς ὑπερκοσμίου δυνάμεως ὁ λόγος ἐνδείκνυται (οὗ ἡ βασιλεία διάλυσιν τοῦ κακῶς συνεστῶτος ποιεῖ· οὐ γὰρ τὸ οὐράνιον τῶν ἐν ἡμῖν, ἀλλὰ τὸ γήϊνον εἰς σάλον ἄγει) οὑτωσὶ λέγων τῷ ῥήματι Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ· σαλευθήτω ἡ γῆ. καὶ τὰ 5.106 ἐφεξῆς παρίημι, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπάγοιμι τῇ ἀκολουθίᾳ τῆς ἐξηγήσεως τοσοῦτον εἰπών, ὅτι πάντα πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπὸν βλέπει μέχρι τοῦ τέλους τῆς ψαλμῳδίας. διαμαρτύρεται γὰρ ὅτι οὗτος ὁ βασιλεύσας θεὸς οὐ νῦν ἡμῖν πέφηνε πρῶτον, ἀλλὰ καὶ τοῖς ὀνομαστοῖς τῶν προφητῶν ἐμφανὴς ὁ αὐτός ἐστι. διὸ Μωυσέως μέμνηται καὶ Ἀαρὼν καὶ τοῦ Σαμουήλ, ὧν ἕκαστος ἀπὸ τῆς εἰς τὸν θεὸν εὐσεβείας περίβλεπτός ἐστι καὶ ἀοίδιμος. προστίθησι δὲ τῷ λόγῳ καὶ τῆς νεφέλης τὸν στύλον, ἐν ᾧ πρὸς αὐτοὺς ὁ θεὸς διελέγετο, διδάσκων, οἶμαι, τοὺς ἀπίστους διὰ τούτου μὴ ξενίζεσθαι πρὸς τὴν δι' ἀνθρώπου γενομένην ἡμῖν τοῦ θεοῦ ὁμιλίαν. ὁ γὰρ τότε ἐν τῷ στύλῳ τῆς νεφέλης λαλήσας θεὸς μετὰ ταῦτα ἐφανερώθη ἐν σαρκί. ὥστε εἴ τις ἀναξίαν λέγοι τὴν σάρκα τοῦ δι' αὐτῆς ἡμῖν τὸν θεὸν λαλῆσαι, οὐδ' ἂν τῷ στύλῳ τῆς νεφέλης τὴν ἀξίαν προσμαρτυρήσειεν. τί γὰρ ἐν αὐτῇ τοιοῦτον, ὡς τῆς θείας μεγαλειότητος ἄξιον κρίνεσθαι; εἰ δὲ πιστὸν τοῖς Ἰουδαίοις ἐστὶ τὸ ἐν στύλῳ νεφέλης τὸν θεὸν λαλῆσαι, μηδὲ τὸ ἐν σαρκὶ αὐτὸν λελαληκέναι ἄπιστον ἔστω, ἄλλως τε καὶ τοῦ Ἠσαΐου τὴν σάρκα διὰ τῆς νεφέλης νοήσαντος· Ἰδοὺ γάρ, φησί, κύριος κάθηται ἐπὶ νεφέλης κούφης. καὶ τοὺς ἑπομένους αὐτῷ πάλιν ὁ αὐτὸς προφήτης ὀνομάζει νεφέλας, ἐν οἷς φησιν· Τίνες οἵδε ὡς νεφέλαι πέτανται; ὡς διὰ τῆς τῶν νεφελῶν ὁμωνυμίας τὸ συγγενὲς τῆς τοῦ κυρίου σαρκὸς πρὸς τὴν λοιπὴν τῶν ἀνθρώπων φύσιν ἐνδείξασθαι. πρὸς τοῦτον οὖν τὸν θεὸν τόν ποτε μὲν διὰ νεφέλης, μετὰ ταῦτα δὲ διὰ σαρκὸς τοῖς ἀνθρώποις λαλήσαντα, φησὶ προϊὼν ὁ ∆αβίδ· Κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν. ὁ θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. 5.107 Ὡς δ' ἂν μή τις πρὸς τὴν οἰκονομίαν βλέπων εἰς ταπεινάς 5.107 τινας καὶ ἀνθρωπίνας ὑπολήψεις περὶ τὸ θεῖον κατολισθή σειεν, ταύτην ἐπὶ τέλει τῆς ψαλμῳδίας ἐπάγει τὴν φωνὴν πρὸς ἡμᾶς τρέψας τὸν λόγον· Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. τὴν δὲ διάνοιαν τῶν εἰρημένων ταύτην εἶναι ὑπονοοῦμεν, ὅτι ὦ ἄνθρωποι, μεμήνυται μὲν ὑμῖν, ὡς δυνατὸν δέξασθαι τὴν ἀνθρωπίνην ἀκοήν, τὰ θεῖα μυστήρια. ὑμεῖς δὲ διὰ τούτων ὁδηγηθέντες πρὸς τὴν εὐσεβῆ θεογνωσίαν, ὅσον χωρεῖ ὑμῶν ὁ λογισμός, τοσοῦτον τοῦ θεοῦ τὴν δόξαν ὑψώσατε, εἰδότες ὅτι ὅταν ὑπερταθῇ ὑμῶν ἡ διάνοια καὶ πᾶσαν παρέλθῃ ὑψηλὴν φαντασίαν ἐν ταῖς περὶ θεοῦ ὑπολή ψεσι, τότε τὸ παρ' ὑμῶν εὑρισκόμενον καὶ προσκυνούμενον οὐκ αὐτὴ ἡ μεγαλειότης τοῦ ζητουμένου ἐστίν, ἀλλὰ τὸ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, τὸ ὑποβεβηκὸς διὰ τούτου καὶ κάτω κείμενον τῆς διανοίας ἡμῶν συγκρίσει τῆς ἀνεφίκτου καταλήψεως διερμηνεῦον. Εἶτα μετὰ τοῦτο οὐκ ὀλίγων ἐν τῷ μέσῳ παρεθέντων ψαλμῶν, ἐν ἑκατοστῷ τρίτῳ, ὃν πολλοστὸν ἐν τοῖς καθ' Ἑβραίους ἀνεπιγράφοις ἔταξεν, διαρρήδην θεολογεῖ τὸν μονογενῆ θεόν, ἐκείνῳ τῆς τοῦ παντὸς συστάσεως ἀνατιθεὶς τὴν αἰτίαν. λέγει γὰρ ἐπὶ τῆς τοῦ κόσμου κτίσεως τοῦ ∆αβὶδ ὄντα τὸν ψαλμὸν τοῦτον ἀνεπίγραφον εἶναι παρ' Ἑβραίοις. σημαίνει δὲ τὸ ἐκείνους τὸν σκοπὸν τῆς προφητείας ταύτης μὴ παραδέχεσθαι. ἔχει δὲ ἡ ἐπιγραφὴ οὕτως· Τοῦ ∆αβὶδ ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, ἀνεπίγραφος παρ' Ἑβραίοις. τοῦ δὲ ψαλμοῦ τούτου τὴν διάνοιαν ἐπὶ καιροῦ ἐκθησόμεθα, νῦν δὲ ἡμῖν ἐξαρκέσει τοσοῦτον εἰπεῖν, ὅτι 5.108 ἡ αὐτὴ αἰτία, ἡ κατὰ τὴν ἀπιστίαν λέγω τῶν Ἰουδαίων, καὶ τούτου τὴν ἐπιγραφὴν ἀπαράδεκτον τοῖς Ἑβραίοις ἐποίησε.