1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

34

φησίν, «λοιπὸν τῆς ζωῆς, οὕτω ταχὺ παρέρχομαι πρὶν ἢ φανῆναι, οὕτως ὀλίγος ἡμῶν ὁ χρόνος. οὐκ ἔστιν εἰπεῖν, ὅτι πολὺν χρόνον ἀπολαύσας τῆς ζωῆς ἢ μέλλων ἀπολαύσεσθαι ταῦτα πάσχω τὰ δεινά, ἀπόλωλα δὲ ἐν κενῇ ἐλπίδι προσδοκήσας μεταβολήν τινα καὶ λύσιν.» 7,7a μνήσθητι δή, ὅτι πνεῦμά μου ἡ ζωή. ὅρα οὐδαμοῦ ἀπὸ κατορθωμάτων ἀξιοῦντα σωθῆναι ἑαυτόν, ἀλλ' ἐπειδὴ ὀλιγοχρόνιός ἐστιν. 7,7b καὶ οὐκέτι, φησίν, ἐπανελεύσεται ὁ ὀφθαλμός μου τοῦ ἰδεῖν ἀγαθόν. τὴν ἐνταῦθα ἐπάνοδόν φησιν. ἐμοὶ δοκεῖ τὸν περὶ ἀναστάσεως ἀγνοεῖν λόγον τοῦτον· οὐ γὰρ ἂν οὕτως ἤνεγκε χαλεπῶς ἐπιστάμενος. ταῦτα γὰρ τὰ ῥήματα τοῦτον εἶχε τὸν σκοπόν· ταῦτα διανοουμένου ἦν καὶ ἐνθυμουμένου καὶ ἐννοοῦντος. 7,8a οὐ κατανοεῖ μοι ὁ ὀφθαλμὸς ὁρῶντός με, 8b οἱ ὀφθαλμοί σου ἐν ἐμοὶ καὶ οὐκέτι εἰμί, 7,9a ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ. 9b ἐὰν γὰρ ἄνθρωπος κατα85 βῇ εἰς ᾅδην, οὐ μὴ ἀναβῇ ἔτι 7,10a οὐδὲ μὴ ἐπιστραφῇ ἔτι εἰς τὸν ἴδιον οἶκον, 10b οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ὁ τόπος αὐτοῦ ἔτι. 7,11a τοιγαροῦν, φησίν, οὔτε ἐγὼ φείσομαι τῷ στόματί μου, οὐ τῇ διανοίᾳ, 11b λαλήσω δὲ ἐν ἀνάγκῃ τοῦ πνεύματός μου. ὅρα πρῶτον μέν, πῶς οἶδεν ἐπιγινώσκειν ἑαυτοῦ τὰ ῥήματα καὶ σχεδὸν ἀπολογίαν ἀπαιτεῖ παρὰ τῶν δικαστῶν καὶ συγγνώμης ἀπολαῦσαι ἀξιοῖ, ὡς οὐκ αὐτοῦ, ἀλλὰ τῆς θλίψεως ταῦτα φθεγγομένης. 7,11c ἀνοίξω, φησίν, τὸ στόμα μου ἐν πικρίᾳ ψυχῆς συνεχόμενος. 7,12a πότερον θάλασσά εἰμι ἢ δράκων, 12b ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν; τουτέστιν· «ὅτι τοσαύτῃ κέχρησαι φρουρᾷ περὶ ἐμέ.» φυλακὴν δὲ τὸν φόβον λέγει. 7,13a εἶπον· παρακαλέσει με ἡ κλίνη μου, 13b ἀνοίσω δὲ πρὸς ἐμαυτὸν διάλογον ἰδίᾳ τῇ κοίτῃ μου. τὸν φόβον φυλακὴν λέγει. εἶπον· παρακαλέσει με ἡ κλίνη μου, τουτέστιν· «τὴν ἀπὸ τοῦ ὕπνου λήψομαι παραμυθίαν.» 7,14 διὰ τί ἐκφοβεῖς με ἐν ἐνυπνίοις καὶ ἐν ὁράμασί με καταπλήττεις; καὶ τοῦτο ἄρα τῆς τοῦ διαβόλου ἐνεργείας ἦν· οὐδὲν γὰρ ὁ θεὸς αὐτῷ ἐπήγαγεν, ἀλλὰ πάντα τῆς τοῦ διαβόλου χειρὸς ἦν. 7,15a ἀπαλλάξεις δέ, φησίν, ἀπὸ πνεύματός μου τὴν ζωήν μου, τὴν δὲ ψυχήν μου ἀπὸ τοῦ σώματος, 15b ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. 7,16a οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. 16b ἀπόστα ἐπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. μονονουχὶ λέγων· «ἄνελέ με» ταῦτά φησιν. «ἰδοὺ τὰ φορτικὰ ῥήματα.» τί φορτικὸν ἔχει; εἶπε τὴν συμφορὰν καὶ ᾔτησε θάνατον καὶ λύσιν. 86 οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, φησίν, ἵνα μακροθυμήσω. ὁρᾷς, πῶς καὶ ταύτην ἀφῄρητο τὴν ἐλπίδα; τίς γάρ μού ἐστιν ὁ χρόνος, φησίν, ὅτι ἀνέχομαι; ὁρᾷς, πῶς τοῦτο μάλιστα πάντων αὐτὸν ἐθορύβει τὸ μηδὲ προσδοκᾶν τινα μεταβολήν, εἴ γε καὶ γένοιτο βραχεῖαν ἔσεσθαι; οὐ γὰρ εἰς τὸν αἰῶνα, φησίν, ζήσομαι· ὥστε εἰ ᾔδει τοῦτο, ἐμακροθύμησεν ἄν. ἀπόστα, φησίν, ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. δοκεῖ τοῦτο βαρὺ εἶναι, ἀλλ' ἐξετάσωμεν αὐτό. τί γάρ ἐστιν; ὅπερ καὶ ὁ ∆αυίδ φησιν· ἀπόστησον ἀπ' ἐμοῦ τὴν μάστιγά σου. «κενὸς γάρ μου», φησίν, «ὁ βίος. ἀρκεῖ καὶ αὐτὸς εἰς τιμωρίαν ἐμοί. μὴ γάρ εἰμί τι», φησίν, «ἵνα ταῦτα πάσχω; σκιᾷ καὶ ὀνείρατι τὰ ἡμέτερα ἔοικεν.» 7,17a τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν 17b ἢ ὅτι προσέχεις τὸν νοῦν ἐπ' αὐτῷ; καὶ αὐτὸ τοῦτο τοῦ μεγαλῦναι τεκμήριον τίθεται· ὅλως ἄξιος γάρ ἐστι τοῦ κολάζεσθαι ἢ τοῦ κἂν ἐν διανοίᾳ εἶναι. τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; τοῦτο γὰρ αὐτὸ τὸ δίκας ἀπαιτεῖν καὶ τιμωρίας ὡς ὄντος τι τοῦ ἀνθρώπου τεκμήριόν ἐστιν. 7,18a καὶ ἐπισκοπὴν αὐτοῦ, φησίν, ποιῇ τὸ πρωί. τουτέστιν· «ἀντιλαμβάνῃ αὐτοῦ.» 7,18b καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρίνεις. «πολλάκις δὲ ἀντιλαμβάνῃ.» ὅρα μεμιγμένα τὰ ῥήματα, τὰ μὲν ἐπιεικείας, τὰ δὲ ὀδύνης. ἐμοὶ δοκεῖ κατὰ τὴν ἐπίτασιν τῶν ἀλγηδόνων ταῦτα λέγεσθαι. τί ἐστιν· εἰς ἀνάπαυσιν; τουτέστιν· «ἀποθανεῖν κελεύεις καὶ ἀναπαύεσθαι», ἐμοὶ δοκεῖ. 87 7,19a ἕως τίνος, φησίν, οὐκ ἐᾷς με 19b οὐδὲ προΐῃ με; καθάπερ ὁ ∆αυὶδ ἔλεγεν· ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; 7,19b ἕως ἄν, φησίν, καταπίω ἐν ὀδύνῃ