34
εἶπε πρὸς αὐτὸν ὁ Ἀβραάμ· Χάος μέγα ἐστήρικται μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὅπως οἱ θέλοντες διαβῆναι ἐκεῖθεν πρὸς ἡμᾶς, μὴ δύνωνται, μηδὲ οἱ ἐντεῦθεν ἐκεῖ διαπερῶσι. Καὶ ἐδείκνυμεν διὰ πολλῶν τῶν εἰρημένων, ὡς ὅτι μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐν τοῖς οἰκείοις κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν χρὴ, μὴ πατέρας καὶ πάππους καὶ ἐπιπάππους ἀριθμοῦντας, μηδὲ συγγενεῖς καὶ φίλους καὶ οἰκείους καὶ γείτονας· Ἀδελφὸς γὰρ οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; Ἀλλ' ὅσα ἂν παρακαλέσωσι καὶ καθικετεύσωσιν οἱ μετὰ ἁμαρτημάτων ἐντεῦθεν ἀπελθόντες, πάντα εἰκῆ καὶ μάτην λοιπὸν ἐροῦσι. Καὶ γὰρ αἱ παρθένοι αἱ πέντε παρεκάλεσαν τὰς ὁμήλικας ὑπὲρ ἐλαίου, καὶ οὐκ ἐπέτυχον· καὶ ὁ τὸ τάλαντον κατακρύψας τὸ ἐν τῇ γῇ, πολλὰ ἀπολογησάμενος, κατεκρίθη πάλιν· καὶ οἱ μὴ θρέψαντες αὐτὸν πεινῶντα, μηδὲ ποτίσαντες διψῶντα, καὶ αὐτοὶ δοκοῦντες εἰς ἄγνοιαν καταφεύγειν, οὐδ' ἐκεῖνοι συγγνώμης καὶ ἀπολογίας ἔτυχον. Ἕτεροι δὲ οὐδὲ εἰπεῖν τι ἴσχυσαν, ὥσπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια· ἐγκαλούμενος γὰρ ἐσίγα. Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ ἄλλος τῷ πλησίον μνησικακήσας, καὶ ἑκατὸν ἀπαιτήσας δηνάρια, εἶτα ὑπὲρ τούτων αὐτῶν παρὰ τοῦ δεσπότου ἐγκαλούμενος ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, οὐδὲν ἔσχεν εἰπεῖν. Ὅθεν δῆλον, ὅτι οὐδὲν ἡμῶν ἐκεῖ προστήσεται, ἐὰν ἔργα μὴ ἔχωμεν ἀγαθά· ἀλλ' ἄν τε καθικετεύωμεν καὶ παρακαλῶμεν, ἄν τε σιγῶμεν, ὁμοίως ἐφ' ἡμᾶς ἥξει τὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας. Ἄκουσον γοῦν πῶς καὶ οὗτος αἰτήσας αἰτήσεις δύο τὸν Ἀβραὰμ, ἀμφοτέρων ἀπέτυχε. Πρότερον μὲν γὰρ ὑπὲρ ἑαυτοῦ τὴν ἱκετηρίαν ἐποιεῖτο λέγων, Πέμψον Λάζαρον· ὕστερον δὲ οὐκ ἔτι ὑπὲρ ἑαυτοῦ, ἀλλὰ ὑπὲρ τῶν ἀδελφῶν· ἀλλὰ οὐδεμίαν ἤνυσεν αἴτησιν. Ἡ μὲν γὰρ ἦν ἀδύνατος ἡ προτέρα, ἡ δευτέρα δὲ περιττὴ ἡ ὑπὲρ τῶν ἀδελφῶν. Πλὴν ἀλλὰ, εἰ δοκεῖ, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων μετὰ πολλῆς τῆς σπουδῆς. Εἰ γὰρ ἄρχοντος ἐν ἀγορᾷ μέσῃ κατάδικον ἀγαγόντος, καὶ δημίους περιστήσαντος, καὶ καταξαίνοντος τὸν ὑπεύθυνον, μετὰ πολλῆς τῆς προθυμίας συντρέχουσιν ἅπαντες ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ 48.1008 δικαστὴς ἐρωτᾷ, τί δὲ ὁ κατάδικος ἀποκρίνεται· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ ἀκριβείας ἀκούειν χρὴ, τί μὲν ὁ κατάδικος οὗτος, ὁ πλούσιος λέγω, ἀξιοῖ, τί δὲ ὁ δίκαιος δικαστὴς ἀποκρίνεται διὰ τοῦ Ἀβραάμ. Οὐ γὰρ ὁ πατριάρχης ἦν ὁ δικάζων, εἰ καὶ αὐτὸς ἐφθέγγετο· ἀλλ' ὥσπερ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων τούτων, ὅταν ὦσί τινες ὑπεύθυνοι λῃσταὶ καὶ ἀνδροφόνοι, πόῤῥω τῆς ὄψεως τοῦ δικάζοντος ἀποστήσαντες τούτους οἱ νόμοι, τῆς τοῦ κρίνοντος οὐκ ἐπιτρέπουσιν ἀκοῦσαι φωνῆς, κἂν τούτῳ μετὰ τῶν ἄλλων αὐτοὺς ἀτιμάζοντες, ἀλλὰ μέσος τις διακονεῖ ταῖς ἐρωτήσεσι τοῦ δικάζοντος, καὶ ταῖς ἀποκρίσεσι τῶν δικαζομένων· οὕτω δὴ καὶ τότε ἐγίνετο. Οὐ τοῦ Θεοῦ φθεγγομένου πρὸς αὐτὸν ἤκουεν ὁ κατάδικος, ἀλλὰ μέσος ἦν ὁ Ἀβραὰμ, τὰ παρὰ τοῦ δικάζοντος διακονούμενος τῷ δικαζομένῳ. Οὐ γὰρ οἴκοθεν ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ θείους ἀνεγίνωσκε νόμους αὐτῷ, καὶ τὰς ἄνωθεν φερομένας ἔλεγεν ἀποφάσεις. ∆ιόπερ οὗτος οὐδὲ ἀντιλέγειν εἶχε. βʹ. Προσέχωμεν τοίνυν μετὰ ἀκριβείας τοῖς λεγομένοις. Καὶ γὰρ ἐπίτηδες ἐνδιατρίβω ταύτῃ τῇ παραβολῇ, καὶ τετάρτην ἡμέραν ἔχων, ταύτης οὐκ ἀφίσταμαι, ἐπειδὴ καὶ πολὺ τὸ κέρδος ἐκ τούτου τοῦ διηγήματος ὁρῶ γινόμενον καὶ πλουσίοις καὶ πένησι, καὶ τοῖς ὑπὲρ τῆς τῶν πονηρῶν εὐπραγίας καὶ τῆς τῶν δικαίων πενίας καὶ θλίψεως θορυβουμένοις. Καὶ γὰρ οὐδὲν οὕτω τοὺς πολλοὺς σκανδαλίζειν εἴωθε καὶ ταράττειν, ὡς τὸ πλουσίους ἐν πονηρίᾳ ζῶντας εὐημερίας ἀπολαύειν πολλῆς, καὶ δικαίους μετὰ ἀρετῆς ζῶντας πρὸς ἐσχάτην ἐλαύνεσθαι πενίαν, καὶ ἕτερα μυρία τῆς πενίας ὑπομένειν χαλεπώτερα πράγματα. Ἀλλὰ αὕτη ἱκανὴ ἡ παραβολὴ παρασχεῖν τὰ φάρμακα, τοὺς μὲν πλουτοῦντας σωφρονίζουσα, τοὺς δὲ πένητας παραμυθουμένη· ἐκείνους μὲν παιδεύουσα μὴ μέγα φρονεῖν, τοὺς δὲ πένητας παραμυθουμένη ἐπὶ τοῖς παροῦσι· κἀκείνους μὲν μὴ μεγαλαυχεῖν πείθουσα, ὅταν