34
Καὶ τίς ἂν οὕτως ἐπῄνεσεν ἢ τοὺς φίλους, ἢ τοὺς ἐχθρούς; οὐκ ἂν οὐδὲ Παῦλον. Τί λέγω Παῦλον; οὐδὲ τὸν τυχόντα τις ἄνδρα, ὡς σὺ τὸν Χριστὸν ἐπαινεῖς, ἐπῄνεσεν, ὅτι μὴ προσήκουσαν ἀρχὴν οὐκ ἔλαβε. Τὸ γὰρ ἐπὶ τούτοις θαυμάζειν, πολλήν ἐστι κακίαν μαρτυρούντων. Πῶς; Ὅτι ἐπ' ἐκείνων τὸ τοιοῦτον ἔπαινός ἐστιν, οἷον ὁ κλέπτων, ἐὰν μηκέτι κλέπτῃ· ἐπὶ δὲ τῶν ἀγαθῶν οὐκέτι· οὐ γὰρ, ὅτι οὐχ ἥρπασε μὴ προσήκουσαν ἀρχὴν καὶ τι 62.222 μὴν, ἐπαινετός. Καὶ ποίας ταῦτα ἀνοίας! Ἄλλως δὲ (ἀλλὰ προσέχετε, παρακαλῶ· μακρὸς γὰρ ὁ λόγος), τίς ἂν ἀπὸ τούτων εἰς ταπεινοφροσύνην προέτρεψε; Τὰ γὰρ ὑποδείγματα πολλῷ μείζονα δεῖ εἶναι τῆς ὑποθέσεως, εἰς ἣν παρακαλοῦμεν· οὐ γὰρ ἄν τις ἐξ ἀλλοτρίων προτραπείη· οἷον, προέτρεψεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθρούς· ἤνεγκε παράδειγμα μέγα, τὸ τοῦ Πατρὸς, Ὅτι ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· προέτρεψεν εἰς ἀνεξικακίαν· ἤνεγκε παράδειγμα ἑαυτόν· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν, Εἰ ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ταῦτα ποιῶ, πόσῳ μᾶλλον ὑμεῖς; Ὁρᾷς πῶς οὐκ ἀφέστηκε τὰ παραδείγματα; οὐδὲ γὰρ τοσοῦτον ἀφεστάναι δεῖ· καὶ γὰρ καὶ ἡμεῖς οὕτω ποιοῦμεν. Ἄλλως δὲ καὶ ἐνταῦθα οὐδὲ ἐγγύς ἐστι τὸ παράδειγμα. Πῶς; Ὅτι εἰ δοῦλός ἐστι, καὶ ἐλάττων ἐστὶ καὶ ὑπήκοος τῷ μείζονι. Τοῦτο δὲ οὐ ταπεινοφροσύνη ἐστί· τοὐναντίον γὰρ ἔδει ποιῆσαι, μείζονά τινα τῷ ἐλάττονι ὑπακούσαντα δεῖξαι· ἀλλ' ἐπειδὴ τοῦτο οὐχ εὗρεν ἐπὶ Θεοῦ, μείζονα λέγω καὶ ἐλάττονα, τὸ γοῦν ἴσον ἐποίησεν. Εἰ δὲ ἐλάττων ἦν ὁ Υἱὸς, οὐχ ἱκανὸν εἰς ταπεινοφροσύνην προτρέψαι. ∆ιὰ τί; Ὅτι οὐκ ἔστι ταπεινοφροσύνη τὸ τὸν ἐλάττονα μὴ ἐπαναστῆναι τῷ μείζονι, τὸ μὴ ἁρπάσαι τὴν ἀρχὴν, τὸ ὑπακοῦσαι μέχρι θανάτου. Ἄλλως δὲ, ὅρα καὶ μετὰ τὸ ὑπόδειγμα τί φησι· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Ἡγούμενοι, φησίν. Ἐπειδὴ γὰρ καὶ κατὰ τὴν οὐσίαν ἕν ἐστε, καὶ κατὰ τὴν τιμὴν τὴν παρὰ τοῦ Θεοῦ, δεῖ λοιπὸν τῆς ὑπολήψεως εἶναι τὸ πρᾶγμα. Ἐπὶ δὲ τῶν μειζόνων καὶ ἐλαττόνων οὐκ ἂν τοῦτο εἶπεν, ὅτι Ἡγούμενοι, ἀλλὰ, Τιμᾶτε τοὺς ὑπερέχοντας ὑμῶν· καθὼς καὶ ἀλλαχοῦ φησι, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε. Ἐκεῖ τῆς φύσεως τοῦ πράγματός ἐστιν ἡ ὑποταγή· ἐνταῦθα τῆς κρίσεως δεῖ γενέσθαι τῆς ἡμετέρας. Τῇ ταπεινοφροσύνῃ, φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, ὥσπερ καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ τὰ μὲν ἐκείνων οὕτως ἀνατέτραπται· τὰ δὲ ἡμέτερα λοιπὸν εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων εἰπόντα, ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν οὐκ ἂν τὸν ἐλάττονα ὄντα καὶ τῷ μείζονι ὑπακούσαντα παρήγαγεν. Εἰ μὲν γὰρ δούλους δεσπόταις παρεκάλει ὑπακούειν, εἰκότως· εἰ δὲ ἐλευθέρους ἐλευθέροις, τί τοῦ δούλου πρὸς τὸν δεσπότην ὑποταγὴν ἔφερε; τί τοῦ ἐλάττονος πρὸς τὸν μείζονα; Μὴ γὰρ εἶπεν, Οἱ ἐλάττονες τοῖς μείζοσιν ὑπακουέτωσαν, ἀλλ' Ἰσότιμοι ἀλλήλων ὄντες, ὑπακούετε, Ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. ∆ιὰ τί δὲ μὴ παρήγαγε κἂν τὸ τῆς γυναικὸς, ὅτι Ὥσπερ ἡ γυνὴ ὑπακούει τῷ ἀνδρὶ, οὕτω καὶ ὑμεῖς ὑπακούετε; Εἰ δὲ ὅπερ ἴσον ἐστὶ καὶ ἐλευθέριον οὐ παρήγαγεν, ἐπειδὴ ὅλως μικρά τις ἦν ὑποταγὴ, πόσῳ μᾶλλον τὸ τοῦ δούλου οὐκ 62.223 ἂν παρήγαγεν; Εἶπον φθάσας, ὅτι οὐδεὶς οὕτως ἐπαινεῖ τινα ἀπὸ τῆς τῶν κακῶν ἀποχῆς, οὐδὲ ὅλως αὐτοῦ μέμνηται· οὐδὲ σώφρονα βουλόμενος ἐπαινέσαι τις οὕτως ἐρεῖ, ὅτι οὐκ ἐμοίχευσεν, ἀλλ' ὅτι καὶ τῆς ἰδίας ἀπέστη γυναικός. Οὐδαμοῦ γὰρ τὴν τῶν κακῶν ἀποχὴν τίθεμεν· γέλως γὰρ τοῦτο. Εἶπον ὅτι ἡ μορφὴ τοῦ δούλου ἀληθὴς, καὶ οὐδὲ ἐλάττων· οὐκοῦν καὶ ἡ μορφὴ τοῦ Θεοῦ τελεία, καὶ οὐκ ἐλάττων. ∆ιὰ τί μὴ εἶπεν, Ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ', Ὑπάρχων; Ἴσον ἐστὶ τοῦτο τοῦ εἰπεῖν, Ἐγώ εἰμι ὁ ὤν. Τὸ ἀπαράλλακτον ἡ μορφὴ δείκνυσι, καθώς ἐστι μορφή. Οὐκ ἔστι δὲ, ἄλλης οὐσίας ὄντα, τὴν ἄλλης μορφὴν ἔχειν· οἷον οὐδεὶς ἀνθρώπων ἀγγέλου ἔχει