34
ἐπὶ τὸ πρόσω φοράν. Συνεργοῦσι δὲ πάλιν τῷ λογικῷ πρὸς τὴν τῶν παθῶν εὐταξίαν οἱ πόνοι· ἡ γὰρ τῆς ἐνδείας ἀνάγκη πρὸς φιλοπονίαν ἐγείρει, καὶ τῶν μὲν ἀναγ καίων ἡ σπάνις προσφέρει τοὺς πόνους, ἡ δὲ τῶν πό νων ταλαιπωρία, τὰ πάθη μαραίνουσα, φλεγμαίνειν οὐκ ἐᾷ, δαπανῶσα τὰς ὕλας. Τί τοίνυν ἀχαριστεῖς τοῖς δικαίοις τὴν πενίαν συνεζευγμένην ὁρῶν, καὶ τὸ τῆς ἀρετῆς ὄργανον διαβάλλεις, ὅμοιον ποιῶν, ὥσπερ ἂν εἴ τις θρόνους μὲν ἐπαινοίη, καὶ βάθρα, καὶ κλίνας, καὶ θύρας, καὶ οἰκοδομημάτων κάλλη, τὰ δὲ τοῦ οἰκοδόμου καὶ τέκτονος ὄργανα σκώπτοι, καὶ μέμφοιτο τῷ σκεπάρνῳ, καὶ τῷ τερέτρῳ, καὶ τοῖς ἄλλοις, δι' ὧν ἐκείνων ἕκαστον γίνεται; Ὅτι δὲ ῥᾷον διὰ πενίας μᾶλλον, ἢ πλούτου, τὴν ἀρετὴν κατ ορθῶσαι, μαρτυροῦσι μὲν τῆς ἀσεβείας οἱ τρό φιμοι, μαρτυροῦσι δὲ καὶ οἱ παρ' Ἕλλησι σοφίας ἐρασθέντες, καὶ τῷ τῆς φύσεως νόμῳ μόνῳ διδασκάλῳ χρησάμενοι. ∆ιὰ πενίας γὰρ ἅπαντες τὴν ἠθικὴν κατώρθωσαν ἀρετὴν, καὶ ταῦτα τῶν θείων οὐκ ἐπακούσαντες λογίων, τῶν ἄντικρυς βοώντων· «Ἐὰν μή τις ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναταί μου εἶναι μαθητής.» Ἀλλ' ὅμως ἤρκεσεν αὐτοῖς εἰς διδασκαλίαν ἡ φύσις. Καὶ γὰρ ὁ θεῖος λόγος οὐ καινὰ προσφέρει παιδεύματα, ἀλλὰ τῶν τῆς φύσεως νόμων ἀναμιμνήσκει, καὶ ἃ διέφθει ρεν ὁ χρόνος διὰ τὴν τῶν ἀνθρώπων ῥᾳστώνην τῆς φύσεως γράμματα, ταῦτα ὁ τῆς φύσεως Ποιητὴς διὰ τῶν οἰκείων ἀναγράφει κηρύκων. Εἰ τοίνυν καὶ Σωκράτης, καὶ ∆ιογένης, καὶ Ἀνάξαρχος καὶ οἱ τούτοις παραπλήσιοι, τῆς ἠθικῆς ἀρετῆς τὴν κτῆσιν ποθήσαντες, τοῦ πλούτου τὴν κτῆσιν ἀπώσαντο, καὶ πενίαν τῆς ἀγαθῆς κτήσεως ἔλαβον συνεργὸν, καὶ ταῦτα τυφλώττοντες περὶ τὴν τῶν δογμάτων ἀλή θειαν, καὶ βασιλείαν οὐρανῶν οὐ προσμένοντες, καὶ τὸ ὃν ἀγαθὸν ἀκριβῶς οὐκ εἰδότες, τί τῆς πενίας, ὦ φιλότης, κατηγορεῖς, δι' ἣν εὔπορος τῆς ἀρετῆς ὁ δρόμος, καὶ ἡ τραχεῖα καὶ προσάντης ὁδὸς εὐπετὴς καὶ ῥᾳδία τοῖς ἀνύουσι γίνεται; 83.652 Καὶ ταῦτά φαμεν, οὐ τοῦ πλούτου κατηγοροῦντες, οὔτε κακῷ τὸ κακὸν ἰώμενοι· εἰ γὰρ πονηρὸς ὁ πλοῦ τος, ἡ βλασφημία κατὰ τοῦ δεδωκότος χωρεῖ· ἀλλὰ πλοῦτον μὲν καὶ πενίαν, οἷον ὕλας τινὰς, ἢ ὄργανα, τοῖς ἀνθρώποις παρὰ τοῦ Πεποιηκότος προκεῖσθαί φαμεν, διὰ δὲ τούτων τοὺς ἀνθρώπους, οἷόν τινας δημιουργοὺς, ἢ τὸ τῆς ἀρετῆς ἄγαλμα διαπλάττειν, ἢ τὸν τῆς κακίας ἐκτυποῦν ἀνδριάντα. Ἀλλὰ διὰ μὲν πλούτου μόλις ἂν ὀλίγα τις ἀρετῆς εἰς κάλλος διαγλύψειε μόρια, διὰ δὲ πενίας καὶ πολλοῖς καὶ πάντα δημιουργεῖν ἐστι δυνατόν. Μὴ τοίνυν σκώ πτωμεν τὴν πενίαν τῆς ἀρετῆς τὴν μητέρα, μήτε μὴν τὸν πλοῦτον διαβάλλωμεν, ἀλλὰ τῶν οὐκ εἰς δέον τούτῳ κεχρημένων κατηγορήσωμεν. Ἐπεὶ καὶ ὁ σίδηρος ἐδόθη μὲν τοῖς ἀνθρώποις, οἰκοδομίας, καὶ γηπονίας, καὶ ναυτιλίας συνεργὸς, καὶ τῶν ἄλ λων τεχνῶν τῶν κατὰ τὸν βίον ἐπίκουρος. Οἱ δὲ κατ' ἀλλήλων λυττῶντες, οὐκ ἐῶσι τοῦτον μόνον ταῖς ἀναγκαίαις χρείαις ὑπηρετεῖν, ἀλλὰ καὶ τὴν ἀλλήλων σφαγὴν δι' αὐτοῦ μηχανῶνται. Οὐ μὴν διὰ τοῦτο τοῦ σιδήρου κατηγοροῦμεν, ἀλλὰ τῶν κακῶς κεχρημένων τὴν πονηρίαν διαβάλλομεν. Οὕτως ἡ τοῦ οἴνου χρῆσις ἐδόθη μὲν τοῖς ἀνθρώποις εἰς εὐφροσύνην, ἀλλὰ οὐ παραφροσύνην καρδίας· οἱ δὲ τὴν ἀμετρίαν τιμῶντες, καὶ οἰνοφλυγίᾳ προστετηκό τες, τὸν εὐφροσύνης γεννήτορα, παραφροσύνης ποιοῦσι πατέρα. Ἀλλ' ἡμεῖς τῇ δικαίᾳ ψήφῳ δικά ζοντες, τοὺς μὲν κακῶς τῷ θείῳ δώρῳ χρωμέ νους, οἰνόφλυγας, καὶ μεθύσους, καὶ πονηροὺς ἀποκαλοῦμεν, τὸν δὲ οἶνον ὡς θεόσδοτον δῶρον θαυ μάζομεν. Οὕτω τοιγαροῦν τῷ πλούτῳ καὶ τοῖς χρω μένοις δικάζωμεν, καὶ τὸν μὲν, τῆς κατηγορίας ἐξέλωμεν, τοὺς δὲ, εἰ μὲν οἰκονόμοι τούτου δίκαιοι γένοιντο, ταῖς μεγάλαις στεφανώσωμεν εὐφημίαις· εἰ δὲ τὴν τάξιν ἀμείψαντες, δοῦλοι τοῦ πλούτου φανεῖεν, πᾶν τὸ κελευόμενον δρῶντες, καὶ πᾶσαν πονηρὰν διακονίαν μετιόντες, τὴν πονηρίας γραφὴν κατ' αὐτῶν εἰσενέγκωμεν, ὅτι