1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

35

φροντὶς ὑπὸ τῆς ἐντολῆς τοῦ Κυρίου μαρτυ ρεῖται, καὶ κατὰ Θεὸν ἐκπονεῖται, ἑκάστῳ μὲν τῶν ἐργαζομένων ἐν τῷ ἰδίῳ ἔργῳ ἡ πρὸς Θεὸν εὐαρέ στησις κατορθοῦται· ἡ δὲ ἑνότης αὐτῶν πρὸς ἀλλή λους, ἐν τῷ εἶναι αὐτοὺς τοὺς πάντας συμψύχους, τὸ ἓν φρονοῦντας, πληροῦντας τὸ ὑπὸ τοῦ Ἀποστό λου εἰρημένον· Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. ΕΡΩΤΗΣΙΣ ΡΝΕʹ. Ἐπειδὴ διδασκόμεθα οἱ ὑπηρετοῦντες τοῖς ἐν τῷ ξενοδοχείῳ ἀῤῥώστοις μετὰ τοιαύτης διαθέ σεως ὑπηρετεῖν, ὡς ἀδελφοῖς τοῦ Κυρίου ὑπηρετοῦντες, ἐὰν μὴ ᾖ ὁτοιοῦτος ὑπηρετού μενος, πῶς ὀφείλομεν αὐτῷ προσέχειν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος· Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέ λημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστί· εἰ μὴ ἔστι τις τοιοῦτος, ἁμαρτάνων δὲ ἐλέγχεται ἄξιος ὢν τῆς ἀποφάσεως ἐκείνης, ὅτι Ὁ ποιῶν τὴν ἁμαρ τίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· πρῶτον μὲν παρα κλήσεως χρῄζει καὶ νουθεσίας παρὰ τοῦ προ εστῶτος. Ἐὰν δὲ ἐπιμένῃ τοῖς αὐτοῖς, φανερόν ἐστιν ἐπ' αὐτῷ τὸ κρῖμα τοῦ αὐτοῦ Κυρίου ἐπάγοντος, Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ, καὶ τοῦ Ἀποστόλου παραγγείλαντος· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Οὕτω γὰρ τοῖς τε ὑπηρετοῦσι τὸ ἀδιά κριτον καὶ τοῖς συζῶσι πᾶσι τὸ ἀσφαλὲς ὑπάρξει. ΕΡΩΤΗΣΙΣ ΡΝʹ. Τὸν πεπιστευμένον φροντίδα ἤτοι κελλαρίου, ἢ ἄλλου τινὸς τοιούτου, εἰ δεῖ πάντοτε ἔχειν τὴν φροντίδα, ἢ καὶ ἐναλλάσσεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ τὴν ἐπιστήμην τῆς εὐταξίας, καὶ τὴν ἀκρίβειαν τοῦ κανόνος φυλάσσει, τὸ ἐναλλάσσεσθαι μὲν περισ σὸν, μᾶλλον δὲ δύσκολον καὶ δυσπόριστον· ἔχειν δέ τινα παρακολουθοῦντα ἀναγκαῖον, ὀφείλοντα κατὰ μέρος πρὸς τὴν φροντίδα τυποῦσθαι· ἵνα μὴ, ὅταν ἡ χρεία ἐπιζητῇ τὸν διαδεξόμενον, ἐν ἀπορίᾳ τούτου εὑρεθέντες ταρασσώμεθα· πολλάκις δὲ καὶ τὸν οὐκ 31.1185 ἐπιτηδείως ἔχοντα παράγειν εἰς τὸ ἔργον ἀναγκα ζώμεθα· ὥστε συμβαίνειν ἐξ ἀνάγκης παρὰ τὴν τούτου ἀπειρίαν τήν τε ἀκρίβειαν διαφθείρεσθαι, καὶ τὴν κατὰ λόγον εὐταξίαν διαλύεσθαι. ΕΡΩΤΗΣΙΣ ΡΝΖʹ. Ποταπῇ διαθέσει ὀφείλει τις δουλεύειν τῷ Θεῷ, καὶ ὅλως ἡ διάθεσις αὕτη τί ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. ∆ιάθεσιν ἀγαθὴν ἡγοῦμαι εἶναι ἐπιθυμίαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως σφοδρὰν, καὶ ἀκόρεστον, καὶ πεπηγυῖαν, καὶ ἀμετάθετον. Κατορθοῦται δὲ αὕτη ἐν θεωρίᾳ συνετῇ καὶ διηνεκεῖ τῆς μεγαλειότητος τῶν δοξῶν τοῦ Θεοῦ, λογισμοῖς τε εὐγνώμοσι καὶ ἀδιαλείπτῳ μνήμῃ τῶν ὑπαρξάντων ἡμῖν παρὰ Θεοῦ ἀγαθῶν. Ἀφ' ὧν ἐγγίνεται τῇ ψυχῇ τό· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, κατὰ τὸν εἰπόντα· Ὃν τρόπον ἐπι ποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Μετὰ τοιαύτης οὖν διαθέσεως δουλεύειν χρὴ τῷ Θεῷ, πληροῦντα τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ τὰ ἑξῆς. ΕΡΩΤΗΣΙΣ ΡΝΗʹ. Ποταπῇ διαθέσει ὀφείλει δέχεσθαι τὸ ἐπιτίμιόν τις. ΑΠΟΚΡΙΣΙΣ. Τῇ πρεπούσῃ υἱῷ ἀῤῥώστῳ καὶ ἀγωνιῶντι περὶ τοῦ ζῇν, παρὰ πατρὸς καὶ ἰατροῦ θεραπευομέ νῳ, κἂν πικρὸς καὶ ἐπώδυνος ᾖ ὁ τρόπος τῆς θερα πείας, ἐν πληροφορίᾳ τῆς τε ἀγάπης καὶ τῆς ἐμ πειρίας τοῦ ἐπιτιμῶντος, καὶ ἐν ἐπιθυμίᾳ τῆς ἰάσεως. ΕΡΩΤΗΣΙΣ ΡΝΘʹ Ὁ λυπούμενος κατὰ τοῦ ἐπιτιμήσαντος αὐτῷ ποταπός ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Οὔτε τὸν κίνδυνον τῆς ἁμαρτίας ἐγνώρισε, καὶ μά λιστα τὸν πρὸς Θεὸν, οὔτε τὸ κέρδος τῆς μετανοίας, οὔτε ἐπίστευσε τῷ εἰπόντι· Ὁ δὲ ἀγαπῶν, ἐπιμε λῶς παιδεύει· καὶ ἑαυτὸν ἀλλότριον κατέστησε τῆς ὠφελείας τοῦ εἰπόντος· Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με. Καὶ ἐπιβλαβῶς σύνεστιν ὁ τοιοῦτος τῇ ἀδελφότητι, ἀπασχολῶν τοὺς ἀγωνιζο μένους. 31.1188 ΕΡΩΤΗΣΙΣ ΡΞʹ. Μετὰ ποίας διαθέσεως ὀφείλομεν ὑπηρετεῖν τοῖς ἀδελφοῖς. ΑΠΟΚΡΙΣΙΣ. Ὡς αὐτῷ τῷ Κυρίῳ προσφέροντες τὴν ὑπηρεσίαν, τῷ εἰπόντι· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.