35
πεπλήρωται, ποία εὐχὴ ἀποδέδοται-, ἀλλὰ ἐπίπροσθεν τῶν φοβουμένων. 27 φάγονται πένητες καὶ ἐνπλησθήσονται. "πλούσιος ὢν" πτωχὸς διὰ τὴν ἡμῶν πτωχείαν γέγονεν. οὐ μόνον οὖν πτωχοὺς ἠλευθέρωσεν τούτους ὧν ἕνεκα ὑπέστη ἃ εἴρηκεν, ἀλλὰ καὶ ἐκ πεινώντων κεκορεσμένους αὐτοὺς ἀπέδειξεν· ἐστὶν γὰρ καὶ "ἄρτος ζωῆς", ἐστὶν καὶ ἡ σὰρξ αὐτοῦ ἀνβροσία τροφὴ καὶ τὸ αἷμα αὐτοῦ θεῖον πόμα. ὅταν οὖν τούτων μετάσχωσιν οἱ πλούσιοι ἐκ πτωχῶν διὰ τὴν ἐκείνου πτωχείαν γενάμενοι, φάγονται καὶ ἐνπλησθήσονται. ὅμοιόν ἐστιν τούτῳ τό· "μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται"· οὐ παυσάμενοι τοῦ ἐσθίειν τὸν τῆς ζωῆς ἄρτον, ἀλλ' ἐν τῷ μασᾶσθαι καὶ αἰσθητῶς αὐτὸν ἔχουσιν. τῷ ἐνπίνπλασθαι δόξει ἐναντιοῦσθαι τὸ ἐν τῇ Σιρὰ Σοφίᾳ λεγόμενον· ἡ Σοφία γὰρ ἐκεῖ· "ὁ τρώγων πάλιν πεινάσει, καὶ ὁ πίνων με πάλιν διψήσει". οὐ τὸ ἀπλήρωτον ὧδε σημαίνει, ἀλλὰ τὸ ἐράσιμον τοῦ πόματος καὶ τῆς τροφῆς. ὁ ἐςθίων τὴν σοφίαν οὐ κορέννυταί ποτε, ἀλλὰ ἀεὶ ἐν τῷ πεινᾶν ἐστιν. καὶ ὁ πίνων αὐτὴν ὡς θεῖον νᾶμα ἢ οἶνον τρυγηθέντα ἐκ τῆς ἀληθινῆς ἀμπέλου, πάλιν διψᾷ, τουτέςτιν ἀεὶ ἐρᾷ. αὐτὸ οὖν τὸ πάλιν ποθεῖν καὶ ὀρέγεσθαί ἐστιν τὸ ἐμπλησθῆναι. διαφορὰ πτωχοῦ καὶ πένητος ἐλέχθη πολλάκις· ὁ ἐκ πλούτου εἰς πενίαν ἐλθών, ἐκεῖνος πτωχὸς λέγεται. καὶ ἔχεις καὶ ἀπὸ τῆς γραφῆς αὐτό· "πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν". πένης δέ ἐστιν ὁ ἐκ πενήτων, ὁ ἀεὶ ἐν τῷ πονεῖν πορίζων τὰ ἀναγκαῖα. κατὰ ἄλλην οὖν καὶ ἄλλην ἐπίνοιαν διαφέρουσιν, ἐπεὶ ὅσον ἐπὶ τῷ λείπεσθαι τῆς δαψιλείας τῶν ποθητῶν ὅμοιοί εἰσιν. καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν ὡς ἔλεγον περὶ τῆς σοφίας, ὅτι πινομένη πάλιν παρασκευάζει 51 διψᾶν τοὺς πεπωκότας, καὶ ὑπὸ θείας τροφῆς-τροφή τίς ἐστιν καὶ ἡ εἰσπνοὴ τοῦ ἀέρος. ὅτε δὲ ζῶμεν, τότε εἰσπνέομεν, οὐκ ἐνπνεύσαντες ζῶμεν. οὕτως ἔχει καὶ ἡ θεία τροφὴ καὶ τὸ ἱερὸν πόμα· ἐν τῷ προσάγεσθαι καὶ χορηγεῖσθαι παρασκευάζει τὴν ὠφέλειαν. 27 καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν. λέγω· ὁ θεὸς ἀεὶ ἐν τῷ ζητεῖσθαί ἐστιν· κἂν γὰρ εὕρῃ τις· εἴρηται γάρ· "εὑρίσκεται τοῖς ἐκζητοῦσιν αὐτόν". τρόπον οὖν τινα ἀεὶ ἐν τῷ ζητεῖσθαί ἐστιν. κἂν μαίνηται Εὐνόμιος ἔστιν δὲ εὑρεῖν αὐτὸν κατὰ τὴν ἐκ μέρους γνῶσιν καὶ κατὰ τὴν ἐκ μέρους προφητείαν, καὶ πάλιν ζητούμενός ἐστιν. καὶ αὐτὸ δὲ τὸ ἐκζητῆσαι τὸν θεὸν ὠφελεῖ. τελειότης ἐστὶν τὸ ὅλως ἐν τῷ ἐκζητεῖν θεὸν εἶναι. κἂν μαίνηται δὲ Εὐνόμιος λέγων, ὅτι οὕτω τὸν θεὸν ἐπιστάμεθα ὡς αὐτὸς ἑαυτόν. ὁ ἐπιστάμενος τὸν θεὸν ὡς αὐτὸς ἑαυτὸν ἐπίσταται ὁ θεός, οὐκ ἐκ μέρους γιγνώσκει, καὶ ψεύδονται οἱ εἰρηκότες· "ἐκ μέρους γιγνώσκομεν". ὁ γιγνώσκων τὸν θεὸν ὡς αὐτὸς ἑαυτὸν ἐπίσταται, οὔκ ἐστιν ἐν τῷ ἐκζητεῖν αὐτόν· ἔσχεν γὰρ αὐτὸν καὶ ἔχει. ψεύδη οὖν λέγουσιν οἱ οὕτω φρονοῦντες. ὅταν οὖν γνῶμεν αὐτὸν ἐν τῷ μέλλοντι αἰῶνι ἢ μετὰ πάντας τοὺς αἰῶνας ἐν τῷ ἐσχάτῳ ὀρεκτῷ, ὡς ἐνδέχεται γιγνώσκομεν αὐτόν. "ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν". οὐ καθώς ἐστιν αὐτός, ἀλλὰ καθώς ἐστιν τελείῳ γνῶναι. ὅμως κἂν κατὰ τὸ ἐφικτὸν τῇ γενέσει φύσει εἰς εὕρεσιν ἑαυτὸν παράσχῃ, τὸ γνωστὸν αὐτοῦ κατειλήφαμεν, "διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτῷ", οὐχ ἁπλῶς αὐτός, ἀλλὰ τὸ γνωςτόν. γιγνώσκομεν αὐτόν, ὅτι δημιουργός ἐστιν, ὅτι προνοητής, ὅτι ἄτρεπτος, ἀναλλοίωτος. καὶ θέλω λογικοῦ θεωρήματος ἅψασθαι. αἱ ἀποδείξεις ἐπιστημονικαὶ θεωρίαι εἰσίν· δύο γάρ εἰσιν εἴδη συλλογισμῶν-παρείσθω νῦν μνημονεύειν τοῦ ἐριστικοῦ, τοῦ σοφιστικοῦ-· ἐξ ἐνδόξων ἐστὶν ὁ διαλεκτικός, ὃν καλοῦσιν ἐπιχειρηματικόν. ἐκ τῶν δοκούντων τοῖς ἀνθρώποις γίνεται ἡ ἀπόδειξις αὕτη, οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων. ὁ ἀποδεικτικὸς ἐξ αὐτῶν τῶν πραγμάτων, οὐκ ἐκ τῆς ἐπικρίσεως τῶν ἀνθρώπων, ἀλλ' ἐκ τῆς ὑπάρξεως τῶν ὑποκειμένων, περὶ