1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

35

ΚΕΦΑΛΑΙΟΝ Ιʹ

Χρὴ δὲ μηδὲ τὸ διάψαλμα παραδραμεῖν ἀθεώρητον. τοῖς μὲν οὖν πρὸ ἡμῶν

μεταβολὴν τοῦ νοήματος ἢ προσώπου ἢ πράγματος σημαίνειν ἐνομίσθη τὸ διάψαλμα· ἡμεῖς δὲ τάς τε τῶν πατέρων ὑπολήψεις οὐκ ἀποβάλλομεν καί τι καὶ παρ' ἑαυτῶν ἐννοῆσαι πρὸς τὴν τοῦ ῥητοῦ τούτου σημασίαν οὐ κατοκνήσομεν. τοιαύτην οὖν τινα τοῦ διαψάλματος κατελά βομεν τὴν διάνοιαν, ὅτι προϊούσης κατὰ τὸ ἀκόλουθον τῆς ψαλμῳδίας, εἴ τις ἐγένετο μεταξὺ προφητεύοντος τοῦ ∆αβὶδ ἑτέρα τοῦ ἁγίου πνεύματος ἔλλαμψις καὶ προσθήκη τις τοῦ κατὰ τὴν γνῶσιν χαρίσματος ἐπ' ὠφελείᾳ τῶν δεχομένων τὴν προφητείαν, ἐπέχων ἑαυτοῦ τὴν φωνὴν καιρὸν ἐδίδου τῇ διανοίᾳ δέξασθαι τῶν νοημάτων τὴν γνῶσιν τῶν γινο μένων ἐν αὐτῷ παρὰ τῆς θείας ἐλλάμψεως. καὶ ὥσπερ πολλάκις τινὲς ἢ ἐν ὁδῷ συμβαδίζοντες ἢ ἐν συμποσίοις τισὶν ἢ ἐν συλλόγοις μετ' ἀλλήλων διαλεγόμενοι, εἴ ποθεν ἀθρόως ἤχησις ταῖς ἀκοαῖς προσβάλοι, παυσάμενοι τοῦ λόγου πρὸς τὸν ἦχον τῇ διανοίᾳ συντείνονται, σχολὴν παρέχοντες δι' ἡσυχίας τῇ ἀκοῇ τοῦ γνῶναι τοῦ ἤχου τὴν δύναμιν, εἶτα παυσαμένης τῆς προσηχούσης φωνῆς πάλιν τῶν πρὸς ἀλλήλους ἔχονται λόγων· οὕτως ὁ μέγας ∆αβὶδ ὑποφητεύων τῷ πνεύματι, ἅ τε φθάσας μεμαθήκει, 5.109 διεξῄει τῇ μελῳδίᾳ· καὶ εἴ τι μεταξὺ λέγων ἐπεδιδάσκετο, ὑπέχων τῷ πνεύματι τῷ ἐνηχοῦντι τὴν τῆς ψυχῆς ἀκοὴν καὶ κατασιγάζων τὸ μέλος, ὧν ἂν πλήρης ἐγένετο νοημάτων, ταῦτα διεξῄει πάλιν ἐνείρων τῇ μελῳδίᾳ τοὺς λόγους. ἔστιν οὖν τὸ διάψαλμα, ὡς ἄν τις ὅρῳ περιλαβὼν εἴποι, μεταξὺ τῆς ψαλμῳδίας γενομένη κατὰ τὸ ἀθρόον ἐπηρέμησις πρὸς ὑποδοχὴν τοῦ θεόθεν ἐπεισκρινομένου νοήματος. ἢ οὕτω μᾶλλον ἄν τις ὁρίσαιτο τὸ διάψαλμα εἶναι διδασκαλίαν παρὰ τοῦ πνεύματος τῇ ψυχῇ κατὰ τὸ ἀπόρρητον ἐγγινο μένην, τῆς περὶ τὸ νόημα τοῦτο προσοχῆς τὸ συνεχὲς τῆς μελῳδίας ἐπικοπτούσης. ὡς δ' ἂν μὴ νομισθείη τοῖς πολλοῖς σημεῖον γίνεσθαι τὴν σιωπὴν τοῦ ἐπιλελοιπέναι τὸν προφη τεύοντα τὴν τοῦ ἁγίου πνεύματος δύναμιν, τούτου χάριν τινὲς τῶν ἑρμηνέων ἀντὶ τοῦ διαψάλματος τὸ Ἀεὶ τοῖς διαλείμμασι τούτοις ἐγγράφουσιν, ὡς ἂν διὰ τούτου μάθοιμεν ὅτι ἡ μὲν παρὰ τοῦ ἁγίου πνεύματος ἐν τῇ ψυχῇ διδασκαλία πάντοτε ἦν, ὁ δὲ ἑρμηνεύων τὰ ἐγγινόμενα θεόθεν τῇ ψυχῇ νοήματα λόγος οὐ πάντοτε ἦν, ἀλλὰ τὸ μὲν ἐξεφώνει τῆς διανοίας, τὸ δὲ ὑπεδέχετο. ἐν ᾧ μὲν οὖν ἐξηγόρευε τὰ ἐντυπωθέντα τῇ διανοίᾳ νοήματα, προῄει δι' ἀκολούθου ἡ ψαλμῳδία· εἰ δέ τι τῶν θειοτέρων αὐτοῦ τὴν τῆς ψυχῆς ἀκοὴν περιήχησεν, ὅλος τῆς ἀκροάσεως ἦν κατασιγάζων τὸ μέλος. Ἀεὶ τοίνυν τοῦ ἁγίου πνεύματος καὶ παρὰ τὸν τῆς σιωπῆς καιρὸν ἐν αὐτῷ λαλοῦντος, ὁ λόγος ἐν διαλείμμασιν ἦν (τὸ δὲ διάλειμμα παρὰ τῶν ἑρμηνευσάντων ὠνομάσθη διάψαλμα)· τῆς δὲ θεωρηθείσης ἡμῖν διαιρέσεως ἐν πάσῃ τῇ βίβλῳ τῆς 5.110 ψαλμῳδίας πενταχῇ διῃρημένης δυνατόν ἐστι καὶ ἐκ τούτων ἀληθῆ τὴν αἰτίαν ἀποδειχθῆναι, ἣν ἐνοήσαμεν, ὅτι διά τινος προσαγωγῆς ἀεὶ πρὸς τὸ ὑψηλότερον δι' ἑκάστου τῶν τμημάτων χειραγωγεῖται ὁ δι' αὐτῶν ὁδηγούμενος· μόνον γὰρ τὸ τελευταῖον τῶν τμημάτων ἀπ' ἀρχῆς εἰς τέλος ἐφ' ἑκάστου ψαλμοῦ συνεχῆ τε καὶ ἀδιάσπαστον τὴν ὑμνῳδίαν ἔχει, οὐδαμοῦ διαιρουμένην τῷ διαψάλματι. ἥ τε γὰρ ἐφ' ἑκάστου τῶν ἀναβαθμῶν ᾠδὴ τοῦτον ἔχει τὸν τρόπον καὶ ὧν ἐπιγραφή ἐστι τὸ Ἀλληλούϊα. δείκνυται γάρ, ὡς οἶμαι, διὰ τῆς τοιαύτης παρατηρήσεως, ὅτι ἐν μὲν τοῖς ἄλλοις, ἅτε δὴ κατωτέροις οὖσι, χώραν ἔχει ὁ τὰ ὑψηλότερα ἐπεκδιδάσκων νοήματα, καὶ μεταξὺ παρενείρων <τι> τῇ ἀκολουθίᾳ τοῦ λόγου τῶν πρὸς τὸ κρεῖττον δυναμένων ἀναγαγεῖν τὴν διάνοιαν. ἡ δὲ διὰ τῶν ἀναβαθμῶν τελείωσις καὶ οἷς προγραφή ἐστι τὸ Ἀλληλούϊα, ἅτε δὴ τοῦ ἀκροτάτου τῶν πρὸς τὸ ἀγαθὸν νοουμένων ἐπειλημμένη, οὐδεμιᾶς προσθήκης ἐστὶν ἐπιδεής, αὐτὴ ἐν ἑαυτῇ διὰ