35
τὸν πτύελόν μου; τουτέστιν· «ἕως ἂν ἀποξηρανθῶ εἰς τέλος καὶ ζῶν ἀποθάνω.» 7,20a εἰ ἐγὼ ἥμαρτον, φησίν, τί δύναμαί σοι πρᾶξαι; τουτέστιν· «τί ὀφείλω ποιῆσαι λοιπόν; παρῆλθεν ἡ ἁμαρτία.» ὅρα, πῶς ἑαυτὸν διέθηκεν, ὅτι καὶ ὑπὲρ ἁμαρτημάτων τίνει δίκας ὁ μαρτυρηθεὶς παρὰ τοῦ θεοῦ δίκαιος, ἄμεμπτος. τί ἐστιν· τί δύναμαί σοι πρᾶξαι; «τί με δεῖ ποιῆσαι νῦν ὥστε μὴ εἶναι τὴν ἁμαρτίαν ἁμαρτίαν, ὥστε ἐξιλεώσασθαι καὶ καταλλάξαι;» 7,20b ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεντευκτήν σου; οὐχ ὡς αὐτοῦ κατεντυγχάνοντος, ἄπαγε, ἀλλ' ὡς τῶν εἰς αὐτὸν συμβαινόντων πολλὴν τῷ θεῷ τικτόντων κατηγορίαν. διὰ τοῦτό φησιν· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. «κἂν μὴ λέγωσιν, οἶδας αὐτῶν τὰ ἀπόρρητα, ὅτι κατὰ διάνοιαν ἐνθυμοῦνται· "οὗτος ὁ τοιοῦτος τοιαῦτα πέπονθεν".» ταῦτα δὲ οὐχὶ δικαιοῦντός ἐστιν ἑαυτόν· οὐ γὰρ δὴ εἶπεν, ὅτι «δίκαιός εἰμι», ἀλλ' ὅτι «δόξαν εἶχον περὶ ἐμοῦ χρηστήν, καὶ νῦν κατενέτυχόν σοι δι' ὧν πάσχω». 7,20d εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; βάρος ῥημάτων φησὶ καὶ βλασφημίας. 7,21a καὶ διὰ τί οὐ λήθην ἐποιήσω τῆς ἁμαρτίας μου; ὁρᾷς, πῶς ὁ δίκαιος λέγει ἡμαρτηκέναι; 7,21b καὶ καθαρισμὸν τῆς ἀνομίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, 21c ὀρθρίζων δὲ οὐκέτι εἰμί. 88 «καὶ αὐτὴ ἡ φύσις ἐπιγνώσεται», φησίν, «τὴν οἰκείαν τελευτήν, καὶ ἔνι, ὅτι αὔριον οὐκ ἔσομαι.» τουτέστιν· «οὕτω ταχέως ἀπολοῦμαι· διὰ τί οὐκ ἐπελάθου ἀνθρώπου οὕτως εὐτελοῦς;»
8,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΒΑΛ∆Α∆ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 8,2a μέχρι τίνος λαλήσεις
ταῦτα; 2,b πνεῦμα πολυρῆμον τοῦ στόματός σου. 8,3a μὴ ὁ κύριος ἀδικήσει κρίνων 3b ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ἆρα ταῦτα εἶπεν, ὅτι «ἀδίκως πάσχω»; ὁρᾷς, πῶς οὐδαμοῦ τοῦ σκοποῦ καταστοχάζονται τοῦ δικαίου; οὐδαμοῦ γὰρ τοῦτο εἶπεν, ἀλλ' ἐπὶ τὴν ἀσθένειαν τῆς φύσεως κατέφυγε λέγων· μὴ θάλασσά εἰμι ἢ δράκων; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; τίς γάρ μού ἐστιν ὁ βίος; οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. ἔτι καὶ τὰ ἁμαρτήματα ὁμολογεῖ· «διὰ τί», φησίν, «οὐκ ἐποιήσω λήθην τῆς ἀνομίας μου, εἰ καὶ μὴ δι' ἐμέ, ἀλλὰ διὰ σαυτόν; εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι;» ὥσπερ ἄν τις πένης καὶ οὐδὲν ἔχων καταφαγὼν ἅπαντα λέγοι τῷ δεδανεικότι· «τί δύναμαί σοι ποιῆσαι; μὴ γὰρ ἐγὼ δύναμαι ἀποδοῦναι λοιπόν.» εἶτα καὶ φλυαρίαν αὐτοῦ καταγινώσκει οὐκ εἰδώς, ὅτι τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι φέρει τινὰ παραμυθίαν τὸ φθέγγεσθαι, ὡσπεροῦν καὶ αὐτός φησιν· λαλήσω δὲ ἐν ἀνάγκῃ ὢν τοῦ πνεύματός μου. † ἀλλ' ὅμως † «καὶ ταῦτα», φησίν, «διὰ τοῦτο ἐφθεγξάμην, ἐπειδὴ ἡ ἀνάγκη ἀπῄτει, διὰ τοῦτο θάνατον ἐζήτησα.» ὁ δὲ μηδὲ τοῦτον ἐλθεῖν τολμῶν αἰτεῖν, εἰ μὴ ἡ ἀνάγκη ἀπῄτει, ὅρα πόσην εὐλάβειαν ἐπιδείκνυται, ὥστε οὐκ ἀπὸ σκοποῦ ὁ λόγος. μὴ ὁ κύριος, φησίν, ἀδικήσει κρίνων; καὶ μὴν οὐ δικαιοσύνην ἑαυτῷ ἐμαρτύρησεν, ἀλλὰ τί; διὰ τί οὐκ ἐπελάθου τῆς ἀνομίας 89 μου; καὶ λέγει, ὅτι ὁ βίος τοῦ ἀνθρώπου τοιοῦτος ἅπας ἐστὶν πειρατήριον ἐπὶ τῆς γῆς. μὴ ὁ κύριος, φησίν, ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ὅρα, τί φησιν· ὅτι ἕπεται τῷ δημιουργῷ τὸ δίκαιον. ἀλλ' ὅμως, εἰ καὶ μηδὲν πρὸς τὸν Ἰὼβ τὰ λεγόμενα, ἴδωμεν, τί φησιν. «οὐχ ὁρᾷς, πόση δικαιοσύνη», φησίν, «ἐν τῇ κτίσει, πόση εὐταξία, πῶς ἔννομα πάντα καὶ τεταγμένα; ὁ τοίνυν ἐν τοῖς ἄλλοις ἅπασι τὴν δικαιοσύνην, τὴν εὐταξίαν διατηρῶν ἐπὶ σοῦ διαταράξαι εἶχεν; ἄλλως δὲ διὰ τί πάντα ἐποίησεν; οὐχὶ διὰ σὲ τὸν ἄνθρωπον; εἶτα ὁ τοσαῦτα διὰ σὲ ποιήσας οὐδὲ τοῦ δικαίου σοι μετεδίδου, ὁ φιλανθρωπίᾳ σε ποιήσας καὶ τοσαῦτα διὰ σέ; εἰ ἀγαθότητι τὸν κόσμον ἐποίησεν, καὶ δύναμιν αὑτῷ μαρτυρεῖ. πολλάκις δὲ τὸ δίκαιον ταράττομεν δι' ἀδυναμίαν, ἀλλ' οὗτος», φησίν, «πάντα ἐποίησεν. ὁ οὕτω σοφός, οὕτω δυνατὸς ἄδικος ἔμελλεν ἔσεσθαι;» 8,4a εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, 4b ἀπέστειλεν ἐν χερσὶν αὐτῶν ἀνομίαν. «τί θρηνεῖς τὰ παιδία;» φησίν. καὶ μὴν οὐδαμοῦ τῶν παίδων ἐμνημόνευσεν οὐδὲ τῶν χρημάτων. ὅρα καὶ ἐνταῦθα