1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

35

μορφὴν, οὐδὲ ἄλογον ἀνθρώπου ἔχει μορφήν· πῶς οὖν ὁ Υἱός; δʹ. Εἶτα ἐπὶ μὲν ἡμῶν, ἐπειδὴ σύνθετοί ἐσμεν, ἡ μορφὴ τοῦ σώματός ἐστιν· ἐπὶ δὲ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου, πάντως τῆς οὐσίας. Εἰ δὲ τὸ χωρὶς ἄρθρου εἰρῆσθαι λέγεις ὅτι οὐ δείκνυσι τὸν Πατέρα, πολλαχοῦ τοῦτο δείκνυται χωρὶς ἄρθρου εἰρημένον. Καὶ τί λέγω πολλαχοῦ; ἐν γὰρ αὐτῷ εὐθέως τῷ χωρίῳ τούτῳ, Οὐχ ἁρπαγμὸν, φησὶν, ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ οὐκ εἶπε μετὰ τοῦ ἄρθρου, περὶ τοῦ Θεοῦ τοῦ Πατρὸς λέγων. Βούλομαι καὶ τὰ ἡμέτερα προσθεῖναι, ἀλλὰ δέδοικα μὴ καταχώσωμεν ὑμῶν τὰς διανοίας. Τέως δὲ τὰ εἰρημένα μέμνησθε πρὸς ἀνατροπὴν ἐκείνων· τέως τὰς ἀκάνθας ἐκτέμωμεν, καὶ τότε τὸν σπόρον καταβαλοῦμεν τὸν καλὸν μετὰ τὸ τὰς ἀκάνθας ἐκτμηθῆναι, καὶ μικρὸν ἀναπνεῦσαι τὴν γῆν, ἵνα πᾶσαν τὴν ἐκεῖθεν ἀποθεμένη κακίαν, μετὰ πολλῆς τῆς ἀρετῆς δέχηται τὰ θεῖα σπέρματα. Εὐχαριστήσωμεν ὑπὲρ τῶν εἰρημένων τῷ Θεῷ· ἀξιώσωμεν αὐτὸν δοῦναι φυλακὴν καὶ διατήρησιν αὐτῶν, ἵνα καὶ ἡμεῖς καὶ ὑμεῖς εὐφραινώμεθα, καὶ οἱ αἱρετικοὶ καταισχύνωνται. Παρακαλέσωμεν αὐτὸν καὶ εἰς τὸ ἑξῆς ἡμῖν ἀνοῖξαι στόμα, ὥστε καὶ τὰ ἡμέτερα μετὰ τῆς αὐτῆς πάλιν σπουδῆς παρακαταθέσθαι· δεηθῶμεν αὐτοῦ, ὥστε καὶ τῆς πίστεως βίον ἄξιον ἡμῖν παρασχεῖν, ἵνα εἰς δόξαν αὐτοῦ ζῶμεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βλασφημῆται δι' ἡμᾶς. Οὐαὶ γὰρ ὑμῖν, φησὶ, δι' οὓς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται. Εἰ γὰρ υἱὸν ἔχοντες· καίτοι τί υἱοῦ γνησιώτερον; εἰ υἱὸν τοίνυν ἡμεῖς ἔχοντες, ὅταν δι' αὐτὸν βλασφημώμεθα, ἀποκηρύττομεν αὐτὸν, ἀποστρεφόμεθα, οὐ προσιέμεθα· πόσῳ μᾶλλον ὁ Θεὸς δούλους ἔχων ἀγνώμονας, βλασφημοῦντας αὐτὸν καὶ ὑβρίζοντας, οὐκ ἀποστραφήσεται καὶ μισήσει; Ὃν δ' ἂν ὁ Θεὸς μισήσῃ καὶ ἀποστραφῇ, τίς προσλήψεται; Οὐδεὶς, ἀλλ' ἢ ὁ διάβολος, ἀλλ' ἢ οἱ δαίμονες. Ὃν δ' ἂν οἱ δαίμονες λάβωσι, ποίαν ἕξει σωτηρίας ἐλπίδα; ποίαν παραμυθίαν ζωῆς; Ἕως ἂν ἐν τῇ χειρὶ ὦμεν τοῦ Θεοῦ, οὐδεὶς ἡμᾶς ἁρπάζειν δύναται· ἰσχυρὰ γάρ ἐστιν· ὅταν δὲ τῆς χειρὸς ἐκείνης ἐκπέσωμεν καὶ τῆς βοηθείας, ἀπολώλαμεν, πᾶσιν ἕτοιμοι προκείμεθα εἰς ἁρπαγὴν, πᾶσιν εἰς καταπάτημα, ὡς τοῖχος κεκλι 62.224 μένος καὶ φραγμὸς ὠσμένος. Ὅταν γὰρ ᾖ ἀσθενὴς ὁ τοῖχος, εὐεπίβατος ἔσται πᾶσι. Μὴ γὰρ ἐπὶ τῆς Ἱερουσαλὴμ οἴεσθε τοῦτο λέγεσθαι μόνον, ὃ μέλλω λέγειν, ἀλλὰ καὶ ἐπὶ παντὸς ἀνθρώπου. Τί δὲ ἐπὶ τῆς Ἱερουσαλὴμ ἐλέγετο; Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρὴκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Καὶ νῦν ἄνθρωποι τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ἔδει ποιῆσαι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ, ∆ιότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Νῦν οὖν ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον, ἄκανθαι· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα ἵνα ποιήσῃ κρίσιν· ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Τοῦτο καὶ ἐφ' ἑκάστης λέγεται ψυχῆς. Ὅταν γὰρ πάντα πληρώσῃ, ἃ ἐχρῆν, ὁ φιλάνθρωπος Θεὸς, εἶτα ποιήσῃ ἀκάνθας ἀντὶ σταφυλῆς, ἀφελεῖ τὸν φραγμὸν, καὶ καθαιρεῖ τὸν τοῖχον, καὶ ἐσόμεθα εἰς ἁρπαγήν. Ἄκουε γὰρ πῶς καὶ ἕτερος προφήτης