1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

35

αὐτὸ τὸ θυσιαστήριον πάντα τὰ λειτουργικὰ πνεύματα νοεῖν ἀκόλουθον· διὰ τὸ λογικὴν θυσίαν προσάγειν τῷ Θεῷ. τίς δέ γε ἡ φωνὴ ἡ ἀκουσθεῖσα ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου; λῦσόν φησι τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ 116 τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. ἡ θεῖα γραφὴ τὸν ἀποστάτην ἄγγελόνφημι δὲ τὸν Σατανᾶν καὶ τοὺς συναποστάντας αὐτῷπὴ μὲν ἡμῖν παρέδωκεν ὡς ὑπὸ ζόφου εἰσὶν ἐν δεσμοῖς ἀϊδίοις τετηρημένοι, πὴ δὲ ὡς τὸν βυθόν εἰσι τῆς θαλάσσης καταδεδικασμένοι. διὰ γὰρ μὲν τῆς Πέτρου δευτέρας ἐπιστολῆς φησιν εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, διὰ δὲ τῆς Ἰούδα ἀγγέλους λέγει μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζοφὸν τετήρηκεν. ἡ δέ γε βίβλος τοῦ Ἰὼβ ἐν τῇ θαλάσσῃ λέγει, βεβλῆσθαι τὸν ἀποστάτην ποικίλως αὐτοῦ τροπολογήσασα μορφήν τε καὶ μέγεθος καὶ τὸ τοῦ ἤθους πικρόν· ὃν καί φησιν ἐμπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ ὁ Ἡσαΐας δὲ κέκραγε περὶ αὐτοῦ ὅτι ἐπαχθήσεται ἡ μάχαιρα τοῦ Θεοῦ ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιόν· καὶ ἀνελεῖ τὸν δράκοντα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν ἐν τῇ θαλάσσῃ. καὶ ὁ προφήτης δέ γε περὶ αὐτοῦ λέγων μετὰ τὸ πᾶσιν ἐπεξελθεῖν τοῖς ἐν τῇ κτίσει, ἔτι καὶ τοῦτο προστίθησιν περὶ τῶν ἐν τῇ θαλάσσῃ τυγχανόντων· δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ· ἀκόλουθα τούτοις φησὶ καὶ ὁ θεσπέσιος προφήτης Ἱεζεκιὴλ περὶ τοῦ Αἰγυπτίου διαλεγόμενος· λέοντί φησιν ἐθνῶν ὡμοιώθης σύ, καὶ ὡς δράκων ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου. οὐδεὶς δέ γε ἡμῖν παρέδωκεν αὐτοὺς ἐν τῷ Εὐφράτῃ δεδέσθαι ποταμῷ οὔτε μὴν λυθήσεσθαί ποτε, ἀλλ' οὔτε δι' αὐτῶν κολασήσεσθαι τοὺς ἀνθρώπους. ὁ γὰρ εἰπὼν Ἰούδας δεσμοῖς αὐτοὺς ἀϊδίοις δεδέσθαι, τὸ ποτὲ 117 λυθήσεσθαι ἀπηγόρευσε· καὶ ὁ εἰπὼν Ἡσαΐας ὅτι ἀναιρεθήσεται ὁ δράκων ὁ ἐν τῇ θαλάσσῃ ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ οὐκ ἄλλους αὐτὸν ἀναιρεῖν εἴρηκεν, ἀλλ' αὐτὸν ἐκεῖνον. καὶ ὁ Κύριος δὲ πέμπων ἐν Εὐαγγελίοις τοὺς ἐξαμαρτήσαντας, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ ∆ιαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἀπεῖπεν ὅτι αὐτοῖς τιμωροῖς καὶ ἐκδικηταῖς χρήσοιτο, αὐτοὺς δέ γε μέλλειν τιμωρίας ὑπέχειν. πῶς οὖν ἄν τις νοήσοι τὸ νῦν εἰρημένον ὅτι τε ἐν τῷ ποταμῷ Εὐφράτῃ δέδενται καὶ ὅτι λυθήσονται καὶ ὡς αὐτοὶ τοὺς ἁμαρτωλοὺς κολάσονται; τροπολογίαν οἶμαι τὸ εἰρημένον ὑπάρχειν, ὥσπερ νόμος ἐπὶ πάσης ὀπτασίας καθέστηκε· λέγειν γὰρ αὐτὸν ἥγημαι τοὺς ἀγγέλους φησὶ τοὺς προσδεδεμένους τῇ τοῦ Θεοῦ νοητῶς εὐφραινούσῃ θεωρίᾳ· ποταμὸς γὰρ τὸ θεῖον ἀλληγορεῖται παρὰ μὲν τῷ Ἡσαΐᾳ· ἰδοὺ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· παρὰ δὲ τῷ προφήτῃ· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. καὶ αὐτὸς δὲ ὁ Κύριος παρὰ τῷ Ἰωάννῃ, τίτλῳ εἰκοστῷ δευτέρῳ περὶ τοῦ Πνεύματος ἔφη ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τούτους φησὶ λύσας ἐκ τῆς τοῦ Θεοῦ θεωρίας, εἰς τιμωρίαν ἀπόστειλον τῶν ἀσεβῶν· τούτους γὰρ εἶναί φησι τοὺς ἀφωρισμένους εἰς τὴν παροῦσαν ἡμέραν. ἄρα δὲ ποίους φησὶ τέσσαρας ἀγγέλους; ἴσως ἐκείνους τοὺς τῇ γραφῇ διηγουμένους· τὸν Μιχαήλ, τὸν Γαβριήλ, τὸν Οὐριήλ, τὸν Ῥαφαήλ. οὗ γενομένου, ἐξῆλθον μετὰ στρατεύματος ἱππικοῦ ἀμυθήτου τινός. τοῦτο δέ φησι τῆν τῶν θείων ἀγγέλων ἄμαχον δύναμιν, ἱππικῷ μεγίστῳ παρείκασας· τοὺς δὲ καθημένους ἐπὶ τῶν ἵππων εἶδόν φησιν ἔχοντας θώρακας 118 πυρίνους καὶ ὑακίνθους καὶ θεοδεῖς. τὸ πῦρ τῆς ὀργῆς καὶ τῆς κολάσεως σύμβολον· ἡ ὑάκινθος τὸ οὐρανίους εἶναι τοὺς ἀποσταλέντας δηλοῖ, ὑακίνθῳ γὰρ ἐμφερὴς ὁ οὐρανός· τὸ δὲ θεοειδεῖς τῷ Θεῷ αὐτοὺς ἀρέσκειν, οἷον θεαδεῖς ὄντας, ἄδειν γὰρ τὸ ἀρέσκειν. τίνες δ' ἂν μᾶλλον τῶν ἁγίων ἀγγέλων ἀρέσαιεν τῷ Θεῷ; εἶτα ἡ θεωρία ποικίλει καὶ ἐξαίρει τὴν τῶν ἁγίων ἀγγέλων δύναμιν, παρεικάζουσα λέουσι καὶ