36
ὧν τὴν θεωρίαν τὴν ἐπιστημονικὴν λαβεῖν θέλομεν. ἀδύνατον οὖν ἐστιν ἐξ ἀποφάσεων ἀπόδειξιν ἀναντίρρητον γενέσθαι. ἐκ καταφάσεών εἰσιν αἱ ἀποδείξεις· μὴ γὰρ ἐὰν θέλω ἀποδεῖξαι ὅτι ὁ ἄνθρωπος λογικός ἐστιν, λέγω ὅ52 τι· οὐκ ἄψυχός ἐστιν· καὶ τὰ μὲν ἄλλα γὰρ πολλά εἰσιν μὴ ἄψυχα, καὶ τὰ ἄλογα. δεῖ με τοίνυν ἀποδεῖξαι τοῦτο· ὁ ἄνθρωπος δεκτικός ἐστιν ἐπιστημῶν. πᾶν τὸ ἐπιστημῶν δεκτικόν, λογικόν. ὁ ἄρα ἄνθρωπος λογικός ἐστιν. κἂν οὖν ἔχωμεν περὶ θεοῦ γνῶσιν, κἂν τελεία ᾖν, ἐξ ἀποφάσεων αὐτὴν ἔχομεν λέγοντες ὅτι ἀσώματος. τὸ ἀσώματον δέ ἐστιν ἀπόφασις σώματος. ἐστὶν ἀθανασία, ἄναρχος, ἀναλλοίωτος. κἂν ἐπὶ τέλει οὖν τῶν πραγμάτων ὑπαρχθῇ γνῶσις τελεία περὶ θεοῦ, οὐκ ἐκείνη ἐστίν, ἣν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ ἔχει· μὴ γὰρ ἀναιρέσει γενητοῦ οἶδεν ἑαυτὸν ἀγένητον, ὡς βούλονται αὐτοὶ οἱ Εὐνομιανοί· μὴ γὰρ στερήσει θανάτου οἶδεν ἑαυτὸν ἀθάνατον. ἡμεῖς ἐκ στερήσεως ὧν ἴσμεν οἴδαμεν τί ἐστιν ἀθάνατος. οὐκ ἔχομεν δὲ κατὰ ἐπιστημονικὴν γνῶσιν ἐπιβαλεῖν εἰς τὸ ἀντικειμένως τῷ θανάτῳ λεγόμενον, καὶ στερήσει θανάτου λέγομεν αὐτόν, ἀποφάσει θανάτου, καὶ πάντα, οἷον ἀόρατος· οὐ κατὰ κατάφασίν τινα μανθάνομεν αὐτὸν ἀόρατον, ἀλλ' ἐπεὶ ἴσμεν τί ἐστιν ὁρατόν, αἴσθησιν ἔχοντες καὶ ὄψιν ἔχοντες, στερήσει τῆς καταστάσεως ταύτης λαμβάνομεν τὸ ἀόρατον. ταῦτα λέγω διὰ τοὺς Εὐνομίου, ὅτι ἀδύνατον τὴν αὐτὴν θεοῦ γνῶσιν ἔχειν περὶ θεοῦ. οὐκ ἐκείνη ἐστίν, ἣν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ ἔχει. καὶ ἄλλο· ἡ ἡμετέρα γνῶσις διάθεσίς ἐστιν ψυχῆς. αἱ δὲ διαθέσεις δέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ θεοῦ γνῶσις, ἣν ἔχει ἤτε περὶ ἑαυτοῦ ἢ περὶ ἄλλου τινός, οὔκ ἐστιν διάθεσις· οὐσιώδης ἐστίν. καὶ ὥσπερ θερμὸν λέγω καὶ τὸ πῦρ, λέγω καὶ τὸ ὕδωρ τὸ θερμανθέν, ἀλλὰ τὸ ὕδωρ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. διὸ καὶ ἀποβαλεῖν αὐτό ποτε δύναται καὶ ἀναλαβεῖν. τὸ δὲ ἐν τῷ πυρὶ θερμὸν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐσιῶδες γάρ ἐστιν. ἡ τοῦ θεοῦ γνῶσις οὐσιώδης ἐστὶν ὥστε ἀσύνκριτός ἐστιν τῇ κατὰ διάθεσιν γνώσει. τὰ δὲ ἀσύνκριτα οὐ δέχονται ὁμοιότητα. ταῦτα δὲ οὐ ματαίως λέγουσιν· ἐπεὶ γὰρ κατασκευάζει ὁ λόγος ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι καὶ τῆς αὐτῆς θεότητος ἐκ τοῦ γιγνώσκεσθαι ὑπὸ τοῦ πατρὸς καὶ γιγνώσκειν τὸν πατέρα, θέλουσιν κοινοποιῆσαι τὴν γνῶσιν αὐτοῦ τῇ ἡμετέρᾳ λέγοντες ὅτι· "ὡς ἡμεῖς γιγνώσκομεν τὸν θεόν, καὶ ἐκεῖνος γιγνώσκει, ὅτι ἡμεῖς τελείως αὐτὸν ἐπιστάμεθα, ὡς αὐτὸς ἑαυτόν. καὶ ὁ υἱὸς οὕτως ἔχει περὶ αὐτοῦ τὴν γνῶσιν. ὅθεν οὐ διοίσει ἡμῶν". 27 ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. πολλάκις τὰ συμβεβηκότα ὁμωνύμως καλεῖται ἐκείνοις οἷς συμβέβηκεν. λέγομεν οὐσίαν εἶναι ψυχῆς· ὅταν λέγῃ ὁ θεὸς λόγος· "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, 53 τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι". τὸ ὄνομα οὖν τὸ ψυχὴ οὐσίαν ὧδε δηλοῖ. καὶ ὅταν λέγῃ· "πνεύματα καὶ ψυχαὶ δικαίων, εὐλογεῖτε τὸν κύριον", οὐσίαν δηλοῖ. σημαίνει γὰρ τὸ ὄνομα τῆς ψυχῆς πολλάκις συμβεβηκός τι τῇ ψυχῇ· ὅταν γὰρ λέγηται ἐν τῇ Ἰησοῦ Σοφίᾳ· "ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν", τὴν διάθεσιν καὶ τὴν νόησιν "ψυχὴν" ὀνομάζει· ὁ γὰρ κτησάμενος αὐτὴν ἡ ψυχή ἐστιν, ὁ ἄνθρωπός ἐστιν. καὶ ἔτι· "τὰς ψυχὰς ὑμῶν ἐν ἠγγικόσιν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας". ἀπὸ τούτου παρωνόμασται κἀκεῖνο· "σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου", ὁ ἴσην μου ἔχων προαίρεσιν. καὶ πάλιν ἐὰν λέγηται ὅτι· "καὶ φάγῃ σταφυλὴν ὅσον ἐμπλήσεις ψυχήν", ψυχὴν ὧδε τὴν ὀρεκτικὴν λέγει δύναμιν. οὐ πάντα οὖν τὰ λεγόμενα τὰς ὑποκειμένας οὐσίας δηλοῖ, ἀλλ' ἔστιν ὅτε καὶ τὰ συμβεβηκότα αὐταῖς σημαίνει. συμβέβηκεν δὲ ἀνθρώπῳ τὸ γιγνώσκειν θεόν. διὸ γνῶσις οὐ λέγεταί ποτε ὁ ἄνθρωπος, ἀλλὰ γιγνώσκων. οὐχ ὁμωνυμεῖ ὧδε τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ. ὁ δὲ σωτὴρ λέγεται καὶ σοφὸς καὶ σοφία, καὶ γνῶσις καὶ γνῶσιν ἔχων, καὶ δικαιοσύνη καὶ δίκαιος, καὶ οὐ λέγω ὧδε συμβεβηκὸς καὶ ὑποκείμενον, ἀλλ' ἐκ παραλλήλου διὰ δύο ὀνομάτων τὸ αὐτὸ