36
φιλοσοφίαν· καίτοι τίς οὐκ ἂν ἐθρήνησεν, ἀλλ' οὐδαμοῦ ἐν τοῖς λόγοις ὁρᾷς αὐτὸν τοῦτο λέγοντα, ἀλλ' οὐ φέροντα τὰς ὀδύνας. οὗτοι δὲ τῆς συμφορᾶς ἀναμιμνῄσκουσι καὶ πικρῶς, οὐχ ὅτι ἐτελεύτησαν μόνον λέγοντες, ἀλλ' ὅτι καὶ δι' ἁμαρτίας. οὐ γὰρ ἤρκει ἑαυτῷ τοῦτο λέγειν μετὰ ταῦτα· «εἰκῇ καὶ περιττῶς αἱ θυσίαι αἱ τοσαῦται»; μήποτε, φησίν, ἐν τῇ διανοίᾳ αὐτῶν ἐνενόησάν τι κακὸν πρὸς τὸν θεόν. ὅρα, πῶς αὐτὸν ἔτηκεν τὸν οὕτω προνοοῦντα τῆς ἀρετῆς αὐτῶν τῆς κατὰ ψυχὴν ἡ τούτων τελευτή. πάλιν στοχασμός. δίκαιός ἐστιν ὁ θεός. μὴ γὰρ οὐκ ἔστι καὶ δίκαιον εἶναι καὶ μὴ ἁμαρτημάτων διδόναι τιμωρίαν, ἀλλὰ πειρά90 ζοντα καθάπερ ἐπὶ τούτου; μὴ γὰρ δι' ἁμαρτήματα μόνον εἰσὶν αἱ τιμωρίαι; 8,5 σὺ δὲ, φησίν, ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. δείκνυσιν, ὅτι ἐκεῖνοι χαλεπώτερα τούτου ἥμαρτον. καὶ ὅρα, πῶς αὐτῷ παραινοῦσι καὶ νουθετοῦσιν αὐτόν, ὃ καὶ αὐτὸ βαρύ. 8,6a εἰ καθαρὸς εἶ, φησίν, καὶ ἀληθινός, δεήσεως εἰσακούσεταί σου. εἰ καθαρός ἐστιν, τίνος ἕνεκεν ταῦτα ἔπασχεν; οὔκουν ἴστε, ὅτι καὶ καθαρὸν ὄντα ταῦτα πάσχειν ἔστιν; οὐ πάντως δὲ τοῦ καθαροῦ καὶ ἀληθινοῦ τῆς δεήσεως εἰσακούσεται· ἔστι γὰρ ὅτε καὶ ἀσύμφορα αἰτεῖ. ἐπειδὴ γὰρ ἔλεγεν· ὀλίγος μου ὁ χρόνος, φησίν· 8,7a ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, 7b τὰ δὲ ἔσχατά σου ἀμύθητα. τουτέστιν· «δύναταί σε ἐν μείζονι ποιῆσαι εὐπραγίᾳ τῆς προτέρας.» εἶτα τὰ φορτικὰ πάλιν· 8,8a ἐπερώτησον γενεὰν πρώτην, 8b ἐξιχνίασον δὲ κατὰ γένος πατέρων. 8,9a χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν· 9b σκιὰ γάρ ἐστιν ἡμῶν ὁ βίος ἐπὶ τῆς γῆς. 8,10a ἦ οὐχ οὗτοί σε διδάξουσι ῥήματα καὶ ἀναγγελοῦσί σοι σύνεσιν σοφίας 10b καὶ ἐκ καρδίας σε διδάξουσι ῥήματα; 8,11a μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, 11b ἢ ὑψωθήσεται βούτομον ἄνευ ποτοῦ 8,12a ἔτι ὂν ἐπὶ ῥίζης; καὶ οὐ μὴ θερισθῇ 12b πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη· ἐὰν δὲ μὴ πίῃ, ξηραίνεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ἐπειδὴ ἡμεῖς ὀλιγοχρόνιοί ἐσμεν, τοὺς γεγηρακότας ἐρωτήσωμεν, καὶ αὐτοὶ ἀπαγγελοῦσιν, ὅτι ὥσπερ ἀδύνατον ἄνευ νοτίδος χόρτον ἀνελθεῖν, οὕτως ἄνευ δικαιοσύνης διαμεῖναί τι· οὕτω», φησίν, «οὐδὲ οἱ ἀσεβεῖς διαμενοῦσιν.» 91 8,13a οὕτω τοίνυν ἔσται, φησίν, τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ θεοῦ· 13b ἐλπὶς γὰρ ἀσεβοῦς ὀλεῖται. 8,14a ἀοίκητος δὲ ὁ οἶκος αὐτοῦ ἔσται, ὁ οἶκος καὶ ἡ ὁδὸς αὐτοῦ, 14b ἡ δὲ σκηνὴ αὐτοῦ ἀράχνη ἀποβήσεται. 8,15a ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ, 15b ἐπιλαβομένου δὲ αὐτῆς οὐ μὴ ὑπομείνῃ. 8,16a ὑγρὸς γάρ ἐστιν ἀπὸ ἡλίου, 16b καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. 8,17a ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, 17b εἰς δὲ μέσον χαλίκων ζήσεται. 8,18a ἐὰν δὲ συγκαταπίῃ, αὐτὸν ὁ τόπος ψεύσεται. 18b οὐχ ἑώρακας τοιαῦτα, 8,19a ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη; 19b ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· 8,20a ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, 20b πᾶν δέ, φησίν, δῶρον ἀσεβοῦς οὐ δέξεται. ὅρα καὶ ἐνταῦθα πῶς αὐτὸν ἔβαλεν, ἐπειδὴ ταῖς θυσίαις εἰκὸς αὐτὸν ἦν θαρρεῖν. σὺ δέ μοι θέα, πῶς ἐν τάξει παραινέσεως πλήττουσιν. οἱ γὰρ εἰπόντες, ὅτι «ἔλπιζε ἐπὶ τὸν θεόν», οὗτοί φασιν, ὅτι οὐδὲ ἐλπίς ἐστιν. 8,21a ἀληθινῶν δὲ στόμα, φησίν, ἐμπλήσει γέλωτος 21b καὶ τὰ χείλη αὐτῶν ἀγαλλιάσεως. 8,22a οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, 22b καὶ δίαιτα ἀσεβοῦς οὐκ ἔσται. ὅπερ ἦν ἐπὶ τοῦ Ἰώβ. πόσων τραυμάτων οὐ χαλεπώτερον, πόσης νόσου, πόσης τηκεδόνος, ἀκούειν, ὅτι ἀσεβής ἐστιν, ὅτι μυρίων γέμων κακῶν, ὅτι, εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ταῦτα ἔπαθεν. καλή γε ἡ παράκλησις. 92
9,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ· 9,2a ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. πόσης
φιλοσοφίας ταῦτα τὰ ῥήματα. «οἶδα», φησίν, «ὅτι οἱ μὲν ἀσεβεῖς ἀπόλλυνται, οἱ δὲ δίκαιοι οὐχί.» ὁρᾶς, πῶς οὐδαμοῦ καταγινώσκει τοῦ θεοῦ ἀδικίαν; ἐπ' ἀληθείας οἶδα, φησίν, ὅτι οὕτως ἐστίν, καὶ μετὰ συνειδότος συντιθεμένου τοῖς λεγομένοις. 9,2b πῶς γὰρ ἔσται βροτὸς δίκαιος παρὰ θεῷ; οὐχὶ πρὸς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τὸν σκοπὸν αὐτοῦ οὐκ ἀπολογεῖται. ὁ μὲν γὰρ ἔλεγεν, ὅτι ὁ δίκαιος σῴζεται, ὁ δὲ