1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

36

ὀδυρόμενος ἔλεγεν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ἐκεῖ μὲν οὖν περὶ τοῦ Μήδου καὶ τοῦ Βαβυλωνίου φησίν· ἐνταῦθα δὲ περὶ τούτου οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ ὗς καὶ μονιὸς ὁ διάβολός ἐστι, καὶ πᾶσα αὐτοῦ ἡ δύναμις. Μονιὸν δὲ αὐτὸν εἴρηκε, τὸ ἄγριον καὶ ἀκάθαρτον αὐτοῦ παραστῆσαι βουλόμενος. Ὅταν μὲν γὰρ αὐτοῦ τὸ ἁρπακτικὸν ἡ Γραφὴ βούληται δηλῶσαι, φησίν· Ὡς λέων ὠρυόμενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ὅταν δὲ τὸ ἰοβόλον καὶ θανάσιμον καὶ ὀλέθριον, ὄφιν αὐτὸν καλεῖ καὶ σκορπιόν· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου· ὅταν δὲ τὸ ἰσχυρὸν ὁμοῦ καὶ ἰοβόλον, δράκοντα αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ· ∆ράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Καὶ δράκοντα καὶ ὄφιν σκολιὸν καὶ ἀσπίδα αὐτὸν καλεῖ πανταχοῦ. Πολύπλοκον γὰρ τὸ θηρίον καὶ ποικίλον, καὶ πολλὴν ἔχει τὴν ἰσχύν· πάντα κινεῖ, πάντα θορυβεῖ, πάντα ἄνω καὶ κάτω στρέφει. Ἀλλὰ μὴ φοβηθῆτε, ἀλλὰ μὴ δείσητε· γρηγορεῖτε μόνον, καὶ ὡς στρουθίον ἔσται· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων Καταπάτημα αὐτὸν τῶν ἡμετέρων ἐποίησε ποδῶν, ἂν βουλώμεθα. εʹ. Ὅρα τοίνυν πόσος γέλως, πόση ἀθλιότης, ὃν ἐλάβομεν πατεῖν, τοῦτον ὁρᾷν ὑπὲρ κεφαλῆς ἑστῶτα τῆς ἡμετέρας. Πῶς δὲ τοῦτο γίνεται; Παρ' ἡμῶν· ἂν ἡμεῖς βουλώμεθα, μέγας ἐστίν· ἂν ἡμεῖς βουλώμεθα, γίνεται μικρός. Ἐὰν προσέχωμεν ἑαυτοῖς, καὶ μετὰ τοῦ βασιλέως ὦμεν τοῦ ἡμετέρου, συστέλλεται καὶ παιδίου μικροῦ οὐδὲν ἄμεινον διακείσεται ἐν τῇ πρὸς ἡμᾶς μάχῃ· ὅταν ἀποστῶμεν αὐτοῦ, μεγάλα φυσᾷ, βρυχᾶται, τρίζει τοὺς ὀδόντας, ἅτε ἐρήμους ἡμᾶς τῆς μεγάλης συμμαχίας λαβών· οὐ γὰρ πρόσεισιν, ἐὰν μὴ συγχωρήσῃ ὁ Θεός. Εἰ γὰρ χοίρων ἀγέλαις οὐ κατετόλμησεν ἐπεμβῆναι, μὴ τοῦ Θεοῦ συγχωρήσαντος, πολλῷ μᾶλλον ψυχαῖς ἀνθρώπων. Συγχωρεῖ δὲ Θεὸς, ἢ παιδεύων, ἢ δίκην ἀπαιτῶν, ἢ δοκιμωτέρους ποιῶν, ὡς τὸν Ἰώβ. Ὁρᾷς αὐτὸν μὴ προσερχόμενον, μηδὲ τολμῶντα γενέσθαι ἐγγὺς, ἀλλὰ δεδοικότα καὶ τρέμοντα; Καὶ τί λέγω περὶ τοῦ Ἰώβ; τῷ γὰρ Ἰούδᾳ ἐφαλλόμενος, οὐκ ἐτόλμησεν, ἕως αὐτὸν τοῦ ἱεροῦ χοροῦ ἀπέσχισεν ὁ Χριστὸς, λαβεῖν ὁλόκληρον, καὶ εἰσελθεῖν εἰς αὐτόν. Τότε μὲν οὖν ἔξωθεν προσέβαλλεν, ἔνδον δὲ εἰσελθεῖν οὐκ ἐτόλμα· ἐπειδὴ δὲ εἶδεν ἀποσχισθέντα τῆς ἱερᾶς ἀγέλης, παντὸς λύκου σφοδρότερον ἐφήλατο, καὶ οὐ πρότερον ἀπέστη, ἕως αὐτὸν ἀνεῖλε θάνατον διπλοῦν. Ταῦτα πρὸς νουθεσίαν ἡμῶν γέγραπται. Ἐπεὶ ποῖον κέρδος τὸ γνῶναι, ὅτι εἷς τῶν δώδεκα προέδωκε; ποία ὄνησις; ποία ὠφέλεια; Μεγάλη. Ὅταν γὰρ μάθωμεν πόθεν ἐκεῖνος ἐπὶ τὴν ὀλέθριον ἦλθε βουλὴν ταύτην, φυλαξόμεθα ἀπὸ ταύτης καὶ αὐτοὶ μὴ τὰ αὐτὰ παθεῖν. Πόθεν οὖν ἦλθεν ἐπὶ τοῦτο; Ἀπὸ φιλαργυρίας· κλέπτης ἦν· ἀπὸ ταύτης οὕτως ἐμέθυε τῷ πάθει, ὅτι τὸν τῆς οἰκουμένης ∆εσπότην τριάκοντα ἀργυρίων προέδωκε. Τί τῆς μανίας ταύτης χεῖρον; Οὗ οὐδὲν ἀντάξιον οὐδὲ ἴσον, ᾧ τὰ ἔθνη εἰς οὐδὲν ἐλογίσθη, τοῦτον τριάκοντα ἀργυρίων προέδωκε. Χαλεπὴ γὰρ τῆς φιλαργυρίας ἡ τυραννὶς, δεινὴ ψυχὴν ἐκστῆσαι. Οὐχ οὕτω τις ὑπὸ τῆς μέθης παραπλὴξ γίνεται, ὡς ὑπὸ φιλαργυρίας· οὐχ οὕτως ὑπὸ μανίας καὶ παραπληξίας, ὡς ὑπὸ φιλαργυρίας. ∆ιὰ τί γὰρ, εἰπέ μοι, προδίδως; Ἄσημον ὄντα σε καὶ ἀγνῶτα ἐκάλεσε, καὶ ἕνα τῶν δώδεκα ἐποίησε, διδασκαλίας σοι μετέδωκεν, ὑπέσχετο μυρία ἀγαθὰ, θαύματά σε ἐργάζεσθαι πεποίηκε, τραπέζης, ὁδῶν, ὁμιλίας, συνουσίας, πάντων ἐκοινώνησας, ὧν καὶ οἱ λοιποί. Ταῦτα οὐκ ἦν ἱκανὰ κατασχεῖν; τίνος οὖν ἕνεκεν προέδωκας; τί ἔχων ἐγκαλεῖν, ὦ μιαρέ; τί δὲ οὐκ εὖ παθών; Ἤδει σου τὴν διάνοιαν, οὐκ ἐπαύσατο τὰ παρ' ἑαυτοῦ εἰσφέρων· πολλάκις εἶπεν, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με· πολλάκις ἔστιξε, καὶ