1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

36

πυρί, καπνῷ τε καὶ θείῳ καὶ ὄφεσι, δι' ὧν ἁπάντων τὸ φοβερὸν καὶ ἀνύποιστον αὐτῶν διασημαίνεται. καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν, καὶ οὐ μετενόησαν ἐκ τῶν φώνων (σιξ) αὐτῶν, οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν. ὁ προφήτης τὴν πνευματικὴν ἀνακρουόμενος λύραν περὶ τῶν ἐν Ἅδου κολαζομένων ἡμῖν διηγήσατο, λέγων πρὸς τὸν Θεόν· ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ Ἅδῃ τίς ἐξομολογήσεταί σοι, ἀμφοτέρων αὐτοὺς ἀποστερῶν, εὐφροσύνης τε τῆς κατὰ Θεὸν καὶ μετανοίας· διὰ μὲν γὰρ τοῦ μνημονεύειν Θεοῦ τῆς πνευματικῆς εὐφροσύνης, γράφει γὰρ ὁ αὐτὸς ἀλλαχόσε που ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· διὰ δὲ τοῦ μὴ ἐξομολογεῖσθαι τῆς μετανοίας, ἔστι γὰρ ἡ ἐξομολόγησις, ἐξαγόρευσις τῶν πεπλημμελημένων ἐκ μεταμελείας καὶ ἐπιστροφῆς διὰ κατανύξεως ἐγγινομένη τῇ ψυχῇ. τῷ γὰρ ὄντι, δύο τινὰς βίους ἔθετο ἡμῖν ὁ Θεός, τὸν 119 παρόντα καὶ τὸν μέλλοντα. ἀλλ' ἐν μὲν τῷ παρόντι δέδοται τὸ κατὰ γνώμην καὶ ἐξουσίαν ἡμᾶς πολιτεύεσθαι· ἐν δὲ τῷ μέλλοντι αἱ ἀντιδόσεις γίνονται τῶν βεβιωμένων καὶ οὔτε ὁ παρών ἐστι κρίσεως, πλὴν εἰ μή πού τις συμφερόντως ὑπομνησθείη πρὸς μετάνοιαν προτρεπόμενος, οὔτε ὁ μέλλων πολιτείας ἵνα δὴ καὶ μεταρυθμιζώμεθα ἀπὸ διαβεβλημένης ζωῆς εἰς τὸν κρείττονα. τούτων οὕτως ὄντων, πῶς νῦν εἴρηται περὶ τῶν ἐκεῖ κολαζομένων; καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων. οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις. οὔτε μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. οὐ τοῦτό φησιν ὅτι οἱ μὴ μετανοήσαντες ἐν τῷ ἐκεῖσε βίῳ, ἀλλ' ὅτι οἱ ζῶντες ἔτι καὶ μὴ ἐκ τῆς ὑπακοῆς καὶ θεὰς τῶν τότε ἐσομένων μετανοήσαντες. ἀπὸ τῶνδε καὶ τῶνδε τῶν ἀθεμίτων πράξεων. ταύτῃ μὲν τῇ εἰρημένῃ πληγῇ, μὴ ἀποθάνωσι τὸν νοητὸν θάνατονθάνατον καλῶν τὴν κόλασινὡς συνδιαιωνίζουσιν τοῖς πονηροῖς εἰ μὴ ἑτέρῳ μέντοι χείρονι κολασθήσονται, ὃν καὶ εἰπεῖν ἐπιχειρήσας ἀπεσιώπησεν οἰκονομικῶς. ὧν γένοιτο πάντας ἡμᾶς ἐλευθέρους γενέσθαι· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τὸν αἰῶνα ἀμήν#556 Λόγος ἕκτοσ ἔτι τὰ συμβεβηκότα τοῦ ἕκτου ἀγγέλου σαλπίσαντος, καὶ ἐν τῷ παρόντι λόγῳ ὁ θεσπέσιος ἡμῖν διηγεῖται Ἰωάννης, οἷς πᾶσιν ὑφ' ἓν οὐκ ἐπεξῆλθον, εἰς μῆκος ὁρῶν τὸ πέμπτον ἐκτεινόμενον λόγον. τί δὲ καὶ ἕτερον γεγενῆσθαι γράφει; 120 καὶ εἶδον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἴρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός, καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριον ἠνεωγμένον. καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ καὶ μὴ αὐτὰ γράψῃς. ὅσοι τοιγαροῦν ζῶντες ἔτι καὶ ἀκηκοότες ἢ καὶ θεασάμενοι τὰς κατὰ τῶν πλημμελούντων κολάσεις οὐ μετενενοήκασιν, ἀλλ' ἔμειναν ὄντες πονηροὶ καθὼς πρόσθεν εἴρηται, κατὰ τούτων φησὶν ἄγγελον εἶδον ἐκ τοῦ οὐρανοῦ καταβάντα εἴδη κολάσεων κομίζοντα. ἦν δέ φησιν ἡ ἰδέα αὐτοῦ καὶ τὸ σχῆμα τοιόνδε· περιεβέβλητο νεφέλην. ἡ νεφέλη τὸ ἀειδὲς καὶ ἀόρατον τῶν ἁγίων ἀγγέλων αἰνίττεται· ἀθεωρησίας γὰρ ἡ νεφέλη τύπος· τοῦ γὰρ Θεοῦ τὸ ἀόρατον διασημαίνων ὁ προφήτης, νεφέλη φησὶ καὶ γνόφος κύκλῳ αὐτοῦ. καὶ ἴρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· ὡσεὶ ἔλεγε τὸ κεφάλαιον καὶ τὸ προὖχον τῶν ἐν ἀγγέλοις ἀγαθῶν, ἡ λαμπρότης ἐστίν· εἰσὶ γὰρ ἄγγελοι φωτός. καὶ τὸ πρόσωπον αὐτοῦ φησιν ὡς ὁ ἥλιος· καὶ τοῦτο λαμπρότητος τῆς ἀκραιφνοῦς ἀπόδειξις. ἀλλ' ἡ μὲν ἴρις